1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

72

33 (λγ'). Πῶς οὖν καὶ ἡμεῖς παραβάται ὄντες τῶν ἐντολῶν αὐτοῦ, τὰ ὅμοια παρ᾽ αὐτοῦ οὐκ ἀκούομεν; Ἐπεὶ καὶ ὁ Ἀπόστολος τοὺς Πνεύματι ἀγομένους εἶπεν εἶναι υἱοὺς Θεοῦ· "Ὅσοι γάρ», φησί, "Πνεύματι Θεοῦ ἄγονται, οὗτοί εἰσιν υἱοὶ Θεοῦ». Πῶς οὖν καὶ ἡμεῖς, ἐκ τοῦ θανάτου ἀγόμενοι, υἱοὶ Θεοῦ ἀκούειν δυνάμεθα; "Τὸ γὰρ φρόνημα τῆς σαρκός, θάνατος». Οἱ δὲ Πνεύματι ἀγόμενοι, ἐκ τῶν καρπῶν τοῦ Πνεύματος δῆλοί εἰσιν. Εἴδωμεν οὖν τοὺς καρποὺς τοῦ Πνεύματος· "ὁ γὰρ καρπὸς τοῦ Πνεύματος», φησίν, "ἐστὶν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πραΰτης, ἐγκράτεια». Ἆρα ἔχομεν ταῦτα ἐν ἑαυτοῖς; Ἀλλ᾽ εἴθε μὴ πάντα τὰ ἐναντία. Πῶς οὖν υἱοὶ Θεοῦ ἀκούειν δυνάμεθα, καὶ οὐχὶ μᾶλλον ἐκ τοῦ ἐναντίου; Τὸ γὰρ ἔκ τινος γεγεννημένον, ὅμοιον τοῦ γεγεννηκότος ἐστί. ∆ηλοῖ δὲ καὶ Κύριος, λέγων· "Τὸ γεγεννημένον ἐκ τοῦ Πνεύματος, πνεῦμά ἐστιν». Ἡμεῖς δὲ γεγόναμεν σάρκες ἐπιθυμοῦντες κατὰ τοῦ Πνεύματος, καὶ διὰ τοῦτο δικαίως ἀκούομεν παρ᾽ αὐτοῦ· "Οὐ μὴ ἐγκαταμείνῃ τὸ (14__408> Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας». Πῶς οὖν δυνάμεθα ἀκούειν Χριστιανοί, τί ποτε τοῦ Χριστοῦ ἐν ἑαυτοῖς ἔχοντες;

34 (λδ'). Ἀλλ᾽ ἐρεῖ τις ἴσως, ὅτι· Ἔχω τὴν πίστιν, καὶ ἀρκεῖ μοι ἡ πίστις ἡ εἰς αὐτὸν πρὸς σωτηρίαν. Ἀλλ᾽ ἀντιφθέγγεται αὐτῷ ὁ Ἰάκωβος, λέγων ὅτι· "Καὶ τὰ δαιμόνια πιστεύουσι, καὶ φρίσσουσι». Καὶ πάλιν· "Ἡ πίστις χωρὶς τῶν ἔργων, νεκρά ἐστιν καθ᾽ ἑαυτήν· ὡς καὶ τὰ ἔργα δίχα πίστεως». Πῶς δὲ καὶ πιστεύομεν εἰς αὐτόν, ἢ περὶ τῶν μελλόντων αὐτῷ πιστεύομεν, οἱ περὶ τῶν προσκαίρων καὶ παρόντων αὐτῷ μὴ πιστεύοντες, καὶ διὰ τοῦτο τοῖς ὑλικοῖς συμφυρόμενοι, καὶ τῇ σαρκὶ ζῶντες, καὶ κατὰ τοῦ Πνεύματος στρατευόμενοι; Οἱ δὲ τῷ Χριστῷ ἐν ἀληθείᾳ πιστεύσαντες καὶ ὅλον αὐτὸν ἐν ἑαυτοῖς διὰ τῶν ἐντολῶν εἰσοικίσαντες, οὕτως ἔλεγον· "Ζῶ δέ, οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ ὁ Χριστός. Ὃ δὲ νῦν ζῶ ἐν σαρκί, τῇ πίστει ζῶ τοῦ Υἱοῦ τοῦ Θεοῦ, τοῦ ἀγαπήσαντός με, καὶ δόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ». ∆ιὰ τοῦτο πάσχοντες ὑπὲρ αὐτοῦ διὰ τὴν πάντων σωτηρίαν, ὡς ἀκριβεῖς αὐτοῦ μιμηταὶ καὶ τῶν ἐντολῶν αὐτοῦ γνήσιοι φύλακες, ἔλεγον· "Λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, βλασφημούμενοι παρακαλοῦμεν», ἐπειδὴ ἤκουον αὐτοῦ λέγοντος· "Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν· καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς· εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς· προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς», καὶ τὰ ἑξῆς· καὶ ἐκ τῶν λόγων καὶ τῶν ἔργων ὁ ἐνεργῶν ἐν αὐτοῖς Χριστὸς ἐφανεροῦτο· ἡμεῖς δέ, ἐπειδὴ (14__410> πάσαις ταῖς ἐντολαῖς αὐτοῦ ἀντιπράττομεν, διὰ τοῦτο πάσης ἀκαθαρσίας ἐνεπλήσθημεν. Καὶ διὰ τοῦτο γεγόναμεν ἀντὶ ναοῦ Θεοῦ οἶκος ἐμπορίου, καὶ ἀντὶ οἴκου προσευχῆς σπήλαιον λῃστῶν, ἀντὶ ἔθνους ἁγίου ἔθνος ἁμαρτωλὸν, καὶ ἀντὶ λαοῦ Θεοῦ λαὸς πλήρης ἁμαρτιῶν, ἀντὶ σπέρματος ἁγίου σπέρμα πονηρόν, καὶ ἀντὶ υἱῶν Θεοῦ υἱοὶ ἄνομοι, ἐπειδὴ ἐγκατελίπομεν τὰς ἐντολὰς τοῦ Κυρίου, καὶ δουλεύομεν τοῖς πονηροῖς πνεύμασι διὰ τῶν ἀκαθάρτων παθῶν, καὶ παρωργίσαμεν τὸν ἅγιον τοῦ Ἰσραήλ.

35 (λε'). ∆ιὰ τοῦτο θρηνῶν ἡμᾶς ὁ μέγας Ἡσαΐας κράζει, βοηθῆσαι ἅμα βουλόμενος τῇ πτώσει ἡμῶν, λέγων· "Τί ἔτι πληγῆτε προστιθέντες ἀνομίαν; Πᾶσα κεφαλὴ εἰς πόνον, καὶ πᾶσα καρδία εἰς λύπην· ἀπὸ ποδῶν ἕως κεφαλῆς οὐκ ἔστιν ἐν αὐτῷ ὁλοκληρία· οὔτε τραῦμα, οὔτε μώλωψ, οὔτε πληγὴ φλεγμαίνουσα· οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι, οὔτε ἔλαιον, οὔτε καταδέσμους». Εἶτα τί τὸ ἐπὶ τούτοις; "Ἐγκαταλειφθήσεται ἡ θυγάτηρ Σιὼν ὡς σκηνὴ ἐν ἀμπελῶνι, καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηλάτῳ, ὡς πόλις πολιορκουμένη».

Ταύτην ἡμῶν τῆς 'ψυχῆς' τὴν ἐρήμωσιν καὶ ὁ Ἀπόστολος δηλῶν, ἔλεγε· "Καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα· πεπληρωμένους πάσῃ ἀδικίᾳ, κακίᾳ, πονηρίᾳ, πλεονεξίᾳ· μεστοὺς φθόνου, φόνου, ἔριδος, δόλου, κακοηθείας· ψιθυριστάς,