1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

46

οὐδὲν λέγουσιν ἐναντίον, ἐν δὲ ταῖς ποιότησι μόναις τὴν ἐναντίωσιν εἶναι. Ἡμεῖς δὲ μόνην λέγομεν τὴν θείαν οὐσίαν μὴ ἔχειν τι ἐναντίον, ὡς ἀΐδιόν τε οὖσαν 14__276 καὶ ἄπειρον καὶ ἀϊδιότητος ταῖς ἄλλαις χαριστικήν· τῇ δὲ τῶν ὄντων οὐσίᾳ εἶναι μὲν τὸ μὴ ὂν ἐναντίον καὶ ἐν τῇ ἐξουσίᾳ τοῦ κυρίως ὄντος ὑπάρχειν τὸ ἀεὶ εἶναι αὐτὴν ἢ μὴ εἶναι, ἀμεταμέλητα δὲ εἶναι τὰ χαρίσματα αὐτοῦ. Καὶ διὰ τοῦτο καὶ ἔστιν ἀεὶ καὶ ἔσται τῇ παντοκρατορικῇ δυνάμει διακρατουμένη, εἰ καὶ ἔχει τὸ μὴ ὂν ἐναντίον, ὡς εἴρηται, ὡς ἐκ μὴ ὄντων εἰς τὸ εἶναι ἐκ Θεοῦ παραχθεῖσα καὶ ἐν τῇ βουλήσει αὐτοῦ ἔχουσα τὸ εἶναι αὐτὴν ἢ μὴ εἶναι.

3.29 (κθ') Ὥσπερ τὸ κακὸν στέρησίς ἐστιν ἀγαθοῦ καὶ ἡ ἀγνωσία στέρησις γνώσεως, οὕτω καὶ τὸ μὴ ὂν στέρησίς ἐστι τοῦ ὄντος, οὐ τοῦ κυρίως δὲ ὄντος· οὐκ ἔχει γὰρ ἐναντίον· ἀλλὰ τοῦ κατὰ μέθεξιν τοῦ κυρίως ὄντος. Καὶ αἱ μὲν τῶν προτέρων στερήσεις τῇ γνώμῃ τῶν γεγονότων ἕπονται· ἡ δὲ τοῦ δευτέρου ἐν τῇ βουλήσει τοῦ πεποιηκότος ὑπάρχεται, τοῦ ἀεὶ δι᾽ ἀγαθότητα βουλομένου εἶναι τὰ ὄντα καὶ ἀεὶ ὑπ᾽ αὐτοῦ εὐεργετεῖσθαι.

3.30 (λ') Πάντα τὰ γεγονότα, τὰ μέν εἰσι λογικὰ καὶ νοερὰ καὶ τῶν ἐναντίων δεκτικά, οἷον ἀρετῆς καὶ κακίας καὶ γνώσεως καὶ ἀγνωσίας· τὰ δὲ σώματα διάφορα ἐκ τῶν ἐναντίων συνεστῶτα, τουτέστι γῆς, ἀέρος, πυρός, ὕδατος. Καὶ τὰ μέν εἰσι ἀσώματα πάντη καὶ ἄϋλα, εἰ καί τινα τούτων συνέζευκται σώμασι· τὰ δὲ ἐξ ὕλης καὶ εἴδους μόνον ἔχει τὴν σύστασιν.

14__278 3.31 (λα') Πάντα τὰ σώματα κατὰ φύσιν ἐστὶν ἀκίνητα· κινεῖται δὲ ὑπὸ ψυχῆς· τὰ μέν, λογικῆς· τὰ δέ, ἀλόγου· τὰ δέ, ἀναισθήτου.

3.32 (λβ') Τῶν ψυχικῶν δυνάμεων ἡ μέν ἐστι θρεπτικὴ καὶ αὐξητική· ἡ δὲ φανταστικὴ καὶ ὁρμητική· ἡ δὲ λογιστικὴ καὶ νοητική. Καὶ τῆς μὲν πρώτης μόνης μετέχουσι τὰ φυτά· τῆς δὲ δευτέρας πρὸς ταύτῃ τὰ ἄλογα ζῶα. τῆς δὲ τρίτης πρὸς ταῖς δυσὶν οἱ ἄνθρωποι. Καὶ αἱ μὲν δύο δυνάμεις φθαρταί· ἡ δὲ τρίτη ἄφθαρτος καὶ ἀθάνατος ἀποδείκνυται.

3.33 (λγ') Ἀλλήλαις μεταδιδοῦσαι φωτισμοῦ αἱ ἅγιαι δυνάμεις, καὶ τῇ ἀνθρωπίνῃ φύσει ἢ αὐτῶν ἀρετῆς μεταδιδόασιν ἢ τῆς ἐν αὐταῖς γνώσεως· καὶ ἀρετῆς μέν, οἷον τῆς θεομιμήτου ἀγαθότητος, καθ᾽ ἣν καὶ ἑαυτὰς καὶ ἀλλήλας καὶ τὰς ὑποβεβηκυίας εὐεργετοῦσι θεοειδεῖς ἐργαζόμεναι· γνώσεως δὲ ἢ περὶ Θεοῦ τι ὑψηλότερον· σὺ γάρ, φησίν, ὕψιστος εἰς τὸν αἰῶνα, Κύριε· ἢ περὶ σωμάτων βαθύτερον ἢ περὶ ἀσωμάτων ἀκριβέστερον ἢ περὶ προνοίας τρανότερον ἢ περὶ κρίσεως σαφέστερον.

3.34 (λδ') Νοός ἐστι ἀκαθαρσία πρῶτον μὲν τὸ γνῶσιν ἔχειν ψευδῆ· δεύτερον δὲ τὸ ἀγνοεῖν τι τῶν καθόλου· ὡς πρὸς ἀνθρώπινον νοῦν λέγω, ἀγγέλου γάρ ἐστι τὸ μηδὲν τῶν ἐπὶ μέρους ἀγνοεῖν· τρίτον δὲ τὸ ἐμπαθεῖς ἔχειν λογισμούς· τέταρτον δὲ τὸ συγκατατίθεσθαι τῇ ἁμαρτίᾳ.

3.35 (λε') Ψυχῆς ἐστιν ἀκαθαρσία τὸ μὴ ἐνεργεῖν κατὰ φύσιν· ἐκ τούτου γὰρ τίκτονται τῷ νῷ οἱ ἐμπαθεῖς λογισμοί. Τότε γὰρ κατὰ φύσιν ἐνεργεῖ, ὅταν αἱ παθητικαὶ αὐτῆς δυνάμεις, ὁ θυμὸς 14__280 λέγω καὶ ἡ ἐπιθυμία, ἐν τῇ τῶν πραγμάτων καὶ τῶν ἐν αὐτοῖς νοημάτων προσβολῇ ἀπαθεῖς διαμένωσι.

3.36 (λστ') Σώματός ἐστιν ἀκαθαρσία ἡ κατ᾽ ἐνέργειαν ἁμαρτία. 3.37 (λζ') Ἀγαπᾷ ἡσυχίαν ὁ μὴ πάσχων πρὸς τὰ τοῦ κόσμου καὶ ἀγαπᾷ πάντας

ἀνθρώπους ὁ μηδὲν ἀγαπῶν ἀνθρώπινον καὶ γνῶσιν ἔχει Θεοῦ καὶ τῶν θείων ὁ μὴ σκανδαλιζόμενος εἴς τινα εἴτε διὰ παραπτώματα εἴτε διὰ λογισμοὺς ἐξ ὑπονοίας.

3.38 (λη') Μέγα μὲν τὸ μὴ πάσχειν πρὸς τὰ πράγματα· μεῖζον δὲ τούτου πολλῷ τὸ πρὸς τὰ τούτων νοήματα ἀπαθῆ διαμεῖναι.