1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

18

ἐμφεροῦς υἱοθεσίαν ἀχθῆναι, δι᾽ ἧς μετ᾽ εὐχὰς τὸν Θεὸν Πατέρα μυστικόν τε χάριτι καὶ μόνον ἔχουσα πρὸς τὸ ἓν τῆς αὐτοῦ κρυφιότητος κατ᾽ ἔκστασιν πάντων συναχθήσεται, καὶ τοσοῦτον πείσεται μᾶλλον ἢ γνώσεται τὰ θεῖα, ὅσον μὴ ἑαυτῆς εἶναι βούλεσθαι, μηδὲ ἐξ ἑαυτῆς ὑφ᾽ ἑαυτῆς ἢ ἄλλου τινὸς γνωσθῆναι δύνασθαι, ἢ μόνου τοῦ ὅλην ἀγαθοπρεπῶς αὐτὴν ἀνειληφότος ὅλου Θεοῦ, καὶ ὅλον αὐτῇ θεοπρεπῶς ὅλῃ, καὶ ἀπαθῶς ἑαυτὸν ἐνιέντος καὶ ὅλην θεοποιήσαντος· ὡς εἶναι, καθώς φησιν ὁ πανάγιος Ἀρεοπαγίτης ∆ιονύσιος, εἰκόνα καὶ φανέρωσιν τοῦ ἀφανοῦς φωτός, ἔσοπτρον ἀκραιφνές, διειδέστατον, ἀλώβητον, ἄχραντον, ἀκηλίδωτον, εἰσδεχόμενον ὅλην, εἰ θέμις εἰπεῖν, τὴν ὡραιότητα τοῦ ἀγαθοτύπου, θεοειδῶς καὶ ἀμειώτως ἐπιλάμπον ἐν ἑαυτῷ, καθάπερ οἷόν τέ ἐστι, τὴν ἀγαθότητα τῆς ἐν ἀδύτοις σιγῆς.

Κ∆. ΤΙΝΩΝ ΕΣΤΙΝ ΕΝΕΡΓΗΤΙΚΗ ΤΕ ΚΑΙ ΑΠΟΤΕΛΙΣΤΙΚΗ ΜΥΣΤΗΡΙΩΝ, ∆ΙΑ... 14__136 Κ∆. Τίνων ἐστὶν ἐνεργητική τε καὶ ἀποτελιστικὴ μυστηρίων, διὰ τῶν

τελουμένων κατὰ τὴν ἁγίαν σύναξιν θεσμῶν ἐν τοῖς πιστοῖς καὶ πιστῶς συναγομένοις, ἡ παραμένουσα τοῦ ἁγίου Πνεύματος χάρις

Τοιγαροῦν ᾤετο δεῖν ὁ μακάριος γέρων καὶ παρακαλεῖν οὐκ ἐπαύετο πάντα Χριστιανὸν τῇ ἁγίᾳ τοῦ Θεοῦ Ἐκκλησίᾳ σχολάζειν καὶ μὴ ἀπολιμπάνεσθαί ποτε τῆς ἐν αὐτῇ τελουμένης ἁγίας συνάξεως, διά τε τοὺς παραμένοντας αὐτῇ ἁγίους ἀγγέλους, καὶ ἀπογραφομένους ἑκάστοτε τοὺς εἰσιόντας καὶ ἐμφανίζοντας τῷ Θεῷ καὶ τὰς ὑπὲρ αὐτῶν δεήσεις ποιουμένους, καὶ διὰ τὴν ἀοράτως ἀεὶ μὲν παροῦσαν τοῦ ἁγίου Πνεύματος χάριν, ἰδιοτρόπως δὲ μάλιστα κατὰ τὸν καιρὸν τῆς ἁγίας συνάξεως, καὶ ἕκαστον τῶν εὑρισκομένων μεταποιοῦσάν τε καὶ μετασκευάζουσαν, καὶ ἀληθὲς μεταπλάττουσαν ἐπὶ τὸ θειότερον ἀναλόγως ἑαυτῷ, καὶ πρὸς τὸ δηλούμενον διὰ τῶν τελουμένων μυστηρίων ἄγουσαν· κἂν αὐτὸς μὴ αἰσθάνηται, εἴπερ τῶν ἔτι κατὰ Χριστὸν νηπίων ἐστὶ καὶ εἰς τὸ βάθος τῶν γινομένων ὁρᾷν ἀδυνατεῖ, καὶ τὴν δηλουμένην δι᾽ ἑκάστου τῶν τελουμένων θείων συμβόλων τῆς σωτηρίας ἐν αὐτῷ χάριν ἐνεργοῦσαν, καθ᾽ εἱρμὸν καὶ τάξιν ἀπὸ τῶν προσεχῶν μέχρι τοῦ πάντων τέλους ὁδεύουσαν.

14__138 Κατὰ μὲν πρώτην εἴσοδον ἀπιστίας ἀποβολήν, πίστεως αὔξησιν, κακίας μείωσιν, ἀρετῆς ἐπίδοσιν, ἀγνοίας ἀφανισμόν, γνώσεως προσθήκην. ∆ιὰ δὲ τῆς ἀκροάσεως τῶν θείων λογίων τὰς τῶν εἰρημένων τούτων, πίστεώς φημι καὶ ἀρετῆς καὶ γνώσεως, παγίας καὶ ἀμεταθέτους ἕξεις τε καὶ διαθέσεις. ∆ιὰ δὲ τῶν ἐπὶ τούτοις θείων ᾀσμάτων τὴν πρὸς τὰς ἀρετὰς τῆς ψυχῆς ἑκούσιον συγκατάθεσιν καὶ τὴν ἐπ᾽ αὐταῖς ἐγγινομένην αὐτῇ νοερὰν ἡδονὴν καὶ τερπνότητα. ∆ιὰ δὲ τῆς ἱερᾶς ἀναγνώσεως τοῦ ἁγίου Εὐαγγελίου τὴν τοῦ χοϊκοῦ φρονήματος, ὥσπερ αἰσθητοῦ κόσμου, συντέλειαν. ∆ιὰ δὲ τῆς μετὰ ταῦτα τῶν θυρῶν κλείσεως τὴν κατὰ διάθεσιν ἀπὸ τούτου τοῦ φθαρτοῦ κόσμου πρὸς τὸν νοητὸν κόσμον μετάβασιν τῆς ψυχῆς καὶ μετάθεσιν, δι᾽ ἧς τὰς αἰσθήσεις θυρῶν δίκην μύσασα, τῶν καθ᾽ ἁμαρτίαν εἰδώλων καθαρὰς ἀπεργάζεται. ∆ιὰ δὲ τῆς εἰσόδου τῶν ἁγίων μυστηρίων τὴν τελειωτέραν καὶ μυστικωτέραν καὶ καινὴν περὶ τὴν εἰς ἡμᾶς οἰκονομίαν τοῦ Θεοῦ διδασκαλίαν καὶ γνῶσιν. ∆ιὰ δὲ τοῦ θείου ἀσπασμοῦ τὴν πάντων πρὸς πάντας καὶ πρὸς ἑαυτὸν ἑκάστου πρότερον καὶ τὸν Θεὸν ὁμονοίας καὶ ὁμογνωμοσύνης καὶ ἀγάπης ταὐτότητα. ∆ιὰ δὲ τῆς τοῦ Συμβόλου τῆς πίστεως ὁμολογίας τὴν ἐπὶ τοῖς παραδόξοις τρόποις τῆς σωτηρίας ἡμῶν πρόσφορον εὐχαριστίαν. ∆ιὰ δὲ τοῦ Τρισαγίου τὴν πρὸς τοὺς ἁγίους ἀγγέλους ἕνωσίν τε καὶ ἰσοτιμίαν καὶ τὴν ἄπαυστον τῆς ἁγιαστικῆς δοξολογίας τοῦ Θεοῦ σύμφωνον εὐτονίαν. ∆ιὰ δὲ τῆς προσευχῆς, δι᾽ ἧς Πατέρα