1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

36

Ἡττηθέντος δὲ αὐτοῦ, ἄγουσιν εἰς τὴν κατὰ διάνοιαν ἁμαρτίαν· καὶ ταύτης ἀποτελεσθείσης, φέρουσιν αὐτὸν λοιπὸν αἰχμάλωτον εἰς τὴν πρᾶξιν. Μετὰ δὲ ταύτην λοιπὸν οἱ τὴν ψυχὴν διὰ τῶν λογισμῶν ἐρημώσαντες σὺν αὐτοῖς ὑποχωροῦσι. Μένει δὲ μόνον ἐν τῷ νῷ τὸ εἴδωλον τῆς ἁμαρτίας, περὶ οὗ φησὶν ὁ Κύριος· Ὄταν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως ἑστὸς ἐν τόπῳ ἁγίῳ, ὁ ἀναγιγνώσκων νοείτω. Τόπος ἅγιος καὶ ναὸς Θεοῦ ὁ νοῦς ὑπάρχει τοῦ ἀνθρώπου, ἐν ᾧ οἱ δαίμονες διὰ τῶν ἐμπαθῶν λογισμῶν τὴν ψυχὴν ἐρημώσαντες, τὸ εἴδωλον τῆς ἁμαρτίας ἔστησαν. Ὅτι δὲ καὶ ἰστορικῶς ἤδη ταῦτα γέγονεν, οὐδεὶς τῶν τὰ ἰωσήππεια ἀνεγνωκότων, ὡς οἶμαι, ἀμφιβάλλει· πλὴν τινές φασι καὶ ἐπὶ τοῦ Ἀντιχρίστου ταῦτα γενήσεσθαι.

14__228 2.32 (λβ') Τρία εἰσὶ τὰ κινοῦντα ἡμᾶς ἐπὶ τὰ καλά· τὰ φυσικὰ σπέρματα, αἱ ἅγιαι δυνάμεις καὶ ἡ ἀγαθὴ προαίρεσις. Καὶ τὰ μὲν φυσικὰ σπέρματα, ὡς ὅταν ὃ θέλομεν ἵνα ποιῶσιν ἡμῖν οἱ ἄνθρωποι καὶ ἡμεῖς ὁμοίως ποιῶμεν αὐτοῖς· ἢ ὡς ὅταν ἴδωμέν τινα ἐν στενώσει ἢ ἐν ἀνάγκῃ καὶ φυσικῶς ἐλεῶμεν. Αἱ δὲ ἅγιαι δυνάμεις, οἷον ὅταν κινούμενοι ἐπὶ καλῷ πράγματι εὕρωμεν συνεργίαν ἀγαθὴν καὶ κατευοδώμεθα. Ἡ δὲ ἀγαθὴ προαίρεσις, ὡς ὅταν διακρίνοντες τὸ καλὸν ἀπὸ τοῦ κακοῦ αἱρώμεθα τὸ ἀγαθόν.

2.33 (λγ') Τρία δὲ πάλιν εἰσὶ τὰ κινοῦντα ἡμᾶς ἐπὶ τὰ κακά· τὰ πάθη, οἱ δαίμονες καὶ ἡ κακὴ προαίρεσις. Καὶ τὰ μὲν πάθη, ὡς ὅταν ἐπιθυμῶμεν πράγματος παρὰ λόγον, οἷον ἢ βρώματος παρὰ τὸν καιρὸν ἢ παρὰ τὴν χρείαν ἢ γυναικὸς παρὰ τὸν σκοπὸν τῆς παιδοποιίας καὶ τῆς μὴ νομίμου· καὶ πάλιν ὅταν ὀργιζώμεθα ἢ λυπώμεθα παρὰ τὸ εἰκός, οἷον κατὰ τοῦ ἀτιμάσαντος ἢ ζημιώσαντος. Οἱ δὲ δαίμονες, οἷον ὅταν ἐν τῇ ἀμελείᾳ ἡμῶν καιροσκοποῦντες ἐπιτιθῶνται ἡμῖν ἄφνω μετὰ πολλῆς σφοδρότητος, κινοῦντες τὰ προειρημένα πάθη καὶ τὰ ὅμοια. Ἡ δὲ κακὴ προαίρεσις, οἷον ὅταν ἐν γνώσει τοῦ καλοῦ τὸ κακὸν ἀνθαιρώμεθα.

2.34 (λδ') Μισθοὶ τῶν πόνων τῆς ἀρετῆς εἰσιν ἡ ἀπάθεια καὶ ἡ γνῶσις· αὗται γὰρ πρόξενοι γίνονται βασιλείας οὐρανῶν, ὡς καὶ τὰ πάθη καὶ ἡ ἀγνωσία κολάσεως αἰωνίου. Ὁ οὖν τούτους διὰ δόξαν ἀνθρώπων ζητῶν καὶ μὴ δι᾽ αὐτὸ τὸ καλόν, ἀκούει παρὰ τῆς Γραφῆς· Αἰτεῖτε καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε.

14__230 2.35 (λε') Εἰσὶ πολλά τινα φύσει καλὰ ὑπὸ τῶν ἀνθρώπων γινόμενα, ἀλλ᾽ οὐ καλὰ πάλιν διά τινα αἰτίαν· οἷον νηστεία καὶ ἀγρυπνία, προσευχὴ καὶ ψαλμῳδία, ἐλεημοσύνη καὶ ξενοδοχία φύσει καλὰ ἔργα εἰσίν, ἀλλ᾽ ὅταν διὰ κενοδοξίαν γίνωνται, οὐκέτι καλά.

2.36 (λστ') Πάντων τῶν πραττομένων ὑφ᾽ ἡμῶν τὸν σκοπὸν ζητεῖ ὁ Θεός, εἴτε δι᾽ αὐτὸν πράττομεν εἴτε δι᾽ ἄλλην αἰτίαν.

2.37 (λζ') Ὅταν ἀκούσῃς τῆς Γραφῆς λεγούσης· ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· οὐ τὰ παρὰ τὸν ὀρθὸν σκοπὸν πραττόμενα, εἰ καὶ δοκεῖ καλὰ εἶναι, ὁ Θεὸς καλὰ ἀποδίδωσι, ἀλλὰ τὰ κατὰ τὸν ὀρθὸν δηλονότι. Οὐ γὰρ εἰς τὰ γινόμενα, ἀλλ᾽ εἰς τὸν σκοπὸν τῶν γινομένων ἡ κρίσις τοῦ Θεοῦ ἐφορᾷ.

2.38 (λη') Ὁ τῆς ὑπερηφανίας δαίμων διπλῆν ἔχει τὴν πονηρίαν· ἢ γὰρ ἑαυτῷ ἀναπείθει τὸν μοναχὸν ἐπιγράφειν τὰ κατορθώματα καὶ οὐχὶ τῷ Θεῷ τῷ καὶ χορηγῷ τῶν καλῶν καὶ βοηθῷ πρὸς κατόρθωσιν, ἢ τούτῳ μὴ πειθόμενον τοὺς ἔτι ἀτελεστέρους τῶν ἀδελφῶν ὑποβάλλει ἐξουθενεῖν. Ἀγνοεῖ δὲ καὶ οὕτως ὁ ἐνεργούμενος ὅτι τὴν τοῦ Θεοῦ βοήθειαν ἀναπείθει αὐτὸν ἀπαρνεῖσθαι. Εἰ γὰρ ἐκείνους ὡς μὴ δυνηθέντας κατορθῶσαι ἐξουθενεῖ, ἑαυτὸν δηλονότι ὡς ἐξ ἰδίας δυνάμεως κατορθώσαντα εἰσάγει· ὅπερ ἐστὶ ἀμήχανον, τοῦ Κυρίου εἰπόντος· Χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν· ἐπειδὴ ἡ ἡμετέρα ἀσθένεια κινουμένη ἐπὶ τὰ καλὰ ἄνευ τοῦ χορηγοῦ τῶν καλῶν εἰς τέλος ἄγειν οὐ δύναται.