1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

15

περὶ τῆς οἰκονομίας τοῦ Θεοῦ τῆς εἰς ἡμᾶς, καὶ ἀποκάλυψις τοῦ ἐν ἀδύτοις τῆς θείας κρυφιότητος ὄντος μυστηρίου τῆς ἡμῶν σωτηρίας. "Οὐ γὰρ μὴ πίω», φησὶ πρὸς τοὺς ἑαυτοῦ μαθητὰς ὁ Θεὸς καὶ Λόγος, "ἀπ᾽ ἄρτι ἐκ τοῦ γεννήματος τῆς ἀμπέλου, ἕως τῆς ἡμέρας ἐκείνης, ὅταν αὐτὸ πίνω μεθ᾽ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς ἐμοῦ».

ΙΖ. ΤΙΝΟΣ ΕΣΤΙ ΣΥΜΒΟΛΟΝ Ο ΘΕΙΟΣ ΑΣΠΑΣΜΟΣ 14__116 ΙΖ. Τίνος ἐστὶ σύμβολον ὁ θεῖος ἀσπασμός Ὁ δὲ πᾶσι προσφωνούμενος πνευματικὸς ἀσπασμὸς τὴν ἐσομένην πάντων

πρὸς ἀλλήλους ἐν τῷ καιρῷ τῆς τῶν μελλόντων ἀρρήτων ἀγαθῶν ἀποκαλύψεως, κατὰ πίστιν τε καὶ ἀγάπην, ὁμόνοιάν τε καὶ ὁμογνωμοσύνην καὶ ταυτότητα λογικήν, δι᾽ ἣν τὴν πρὸς τὸν Λόγον καὶ Θεὸν οἰκείωσιν οἱ ἄξιοι δέχονται, προτυποῖ καὶ προδιαγράφει. Λόγου γὰρ σύμβολον τὸ στόμα, καθ᾽ ὃν μάλιστα πᾶσιν ἅπαντες οἱ λόγου μετειληφότες, ὡς λογικοί, καὶ τῷ πρώτῳ καὶ μόνῳ Λόγῳ καὶ παντὸς αἰτίῳ λόγου συμφύονται.

ΙΗ. ΤΙ ΣΗΜΑΙΝΕΙ ΤΟ ΘΕΙΟΝ ΤΗΣ ΠΙΣΤΕΩΣ ΣΥΜΒΟΛΟΝ 14__118 ΙΗ. Τί σημαίνει τὸ θεῖον τῆς πίστεως Σύμβολον Ἡ δὲ τοῦ θείου Συμβόλου τῆς πίστεως γινομένη παρὰ πάντων ὁμολογία τὴν

ἐφ᾽ οἷς ἐσώθημεν παραδόξοις λόγοις τε καὶ τρόποις τῆς πανσόφου περὶ ἡμᾶς τοῦ Θεοῦ προνοίας γενησομένην μυστικὴν εὐχαριστίαν κατὰ τὸν αἰῶνα τὸν μέλλοντα προσημαίνει, δι᾽ ἧς εὐγνώμονα ἐπὶ τῇ θείᾳ εὐεργεσίᾳ ἑαυτοὺς συνιστῶσιν οἱ ἄξιοι, πλὴν ταύτης τῶν περὶ αὐτοὺς ἀπείρων θείων ἀγαθῶν ἀντεισαγαγεῖν ἄλλο τι καθ᾽ ὁτιοῦν οὐκ ἔχοντες.

ΙΘ. ΤΙ ΣΗΜΑΙΝΕΙ Η ΤΟΥ ΤΡΙΣΑΓΙΟΥ ∆ΟΞΟΛΟΓΙΑ 14__120 ΙΘ. Τί σημαίνει ἡ τοῦ Τρισαγίου δοξολογία Ἡ δὲ γινομένη τρισσὴ τοῦ ἁγιασμοῦ τῆς θείας ὑμνολογίας ἐκβόησις παρὰ

παντὸς τοῦ πιστοῦ λαοῦ τὴν πρὸς τὰς ἀσωμάτους καὶ νοερὰς δυνάμεις κατὰ τὸ μέλλον φανησομένην ἕνωσίν τε καὶ ἰσοτιμίαν παραδηλοῖ, καθ᾽ ἣν συμφώνως ταῖς ἄνω δυνάμεσι διὰ ταυτότητα τῆς ἀτρέπτου περὶ Θεὸν ἀεικινησίας τρισὶν ἁγιασμοῖς ὑμνεῖν τε καὶ ἁγιάζειν τὴν τρισυπόστατον μίαν θεότητα διδαχθήσεται τῶν ἀνθρώπων ἡ φύσις.

Κ. ΤΙΝΟΣ ΕΣΤΙ ΣΥΜΒΟΛΟΝ Η ΑΓΙΑ ΠΡΟΣΕΥΧΗ ΤΟΥ «ΠΑΤΕΡ ΗΜΩΝ..». 14__122 Κ. Τίνος ἐστὶ σύμβολον ἡ ἁγία προσευχὴ τοῦ «Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς

..». Ἡ δὲ παναγία τε καὶ σεπτὴ τοῦ μεγάλου καὶ μακαρίου Θεοῦ καὶ Πατρὸς

ἐπίκλησις τῆς δοθησομένης ἐνυποστάτου τε καὶ ἐνυπάρκτου κατὰ δωρεὰν καὶ χάριν τοῦ ἁγίου Πνεύματος υἱοθεσίας ἐστὶ σύμβολον, καθ᾽ ἣν πάσης ὑπερνικωμένης τε καὶ καλυπτομένης ἀνθρωπίνης ἰδιότητος τῇ ἐπιφοιτήσει τῆς χάριτος υἱοὶ Θεοῦ χρηματίσουσί τε καὶ ἔσονται πάντες οἱ ἅγιοι, ὅσοι δι᾽ ἀρετῶν ἀπ᾽ ἐντεῦθεν ἤδη τῷ θείῳ τῆς ἀγαθότητος κάλλει ἑαυτοὺς λαμπρῶς τε καὶ ἐπιδόξως ἐφαίδρυναν.