1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

31

φόβος Κυρίου ἁγνός, διαμένων εἰς αἰῶνα αἰῶνος, καὶ τό· Οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν.

1.83 (πγ') Νεκρώσατε οὖν τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς· πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν καὶ τὴν πλεονεζίαν, καὶ τὰ ἑξῆς. Γῆν μὲν ὠνόμασε τὸ φρόνημα τῆς σαρκός· πορνείαν δὲ εἶπε τὴν κατ᾽ ἐνέργειαν ἁμαρτίαν· ἀκαθαρσίαν δὲ τὴν συγκατάθεσιν ἐκάλεσε· πάθος δὲ τὸν ἐμπαθῆ λογισμὸν ὠνόμασεν· ἐπιθυμίαν δὲ κακὴν τὴν ψιλὴν τοῦ λογισμοῦ τῆς ἐπιθυμίας παραδοχήν· πλεονεξίαν δὲ τὴν γεννητικήν τε καὶ αὐξητικὴν τοῦ πάθους ὠνόμασεν ὕλην. Ταῦτα οὖν πάντα ὡς μέλη ὄντα τοῦ φρονήματος τῆς σαρκὸς ἐκέλευσεν ὁ θεῖος Ἀπόστολος νεκρῶσαι.

14__202 1.84 (πδ') Πρῶτον μὲν ἡ μνήμη ψιλὸν τὸν λογισμὸν ἐπὶ τὸν νοῦν ἀναφέρει· καὶ τούτου ἐγχρονίζοντος, κινεῖ τὸ πάθος· τούτου δὲ μὴ ἀναιρουμένου, κάμπτει τὸν νοῦν εἰς συγκατάθεσιν· ταύτης δὲ γενομένης, ἔρχεται λοιπὸν εἰς τὴν κατ᾽ ἐνέργειαν ἁμαρτίαν. Ὁ οὖν πάνσοφος Ἀπόστολος πρὸς τοὺς ἀπὸ ἐθνῶν γράφων, τὸ ἀποτέλεσμα πρῶτον κελεύει ἀναιρεῖν τῆς ἁμαρτίας· εἶτα κατὰ τάξιν ἀναποδίζοντας, εἰς τὴν αἰτίαν καταλήγειν. Ἡ δὲ αἰτία ἐστὶν ἡ γεννητική, ὡς προείρηται, καὶ αὐξητικὴ τοῦ πάθους πλεονεξία. Οἶμαι δὲ ἐνταῦθα τὴν γαστριμαργίαν σημαίνειν ὡς μητέρα καὶ τροφὸν τῆς πορνείας ὑπάρχουσαν. Ἡ γὰρ πλεονεξία οὐ μόνον ἐπὶ χρημάτων, ἀλλὰ καὶ ἐπὶ βρωμάτων κακή· ὥσπερ καὶ ἡ ἐγκράτεια οὐ μόνον ἐπὶ βρωμάτων, ἀλλὰ καὶ ἐπὶ χρημάτων καλή.

1.85 (πε') Ὥσπερ στρουθίον τὸν πόδα δεδεμένον ἀρχόμενον πέτεσθαι, ἐπὶ τὴν γῆν κατασπᾶται, τῷ σχοινίῳ ἑλκόμενον· οὕτω καὶ ὁ νοῦς μήπω ἀπάθειαν κτησάμενος καὶ ἐπὶ τὴν τῶν οὐρανίων γνῶσιν πετόμενος, ὑπὸ τῶν παθῶν καθελκόμενος ἐπὶ τὴν γῆν κατασπᾶται.

1.86 (πστ') Ὅταν ὁ νοῦς τελείως τῶν παθῶν ἐλευθερωθῇ, τότε ἐπὶ τὴν θεωρίαν τῶν ὄντων ἀμεταστρεπτὶ ὁδεύει, ἐπὶ τὴν γνῶσιν τῆς ἁγίας Τριάδος τὴν πορείαν ποιούμενος.

1.87 (πζ') Καθαρὸς ὑπάρχων ὁ νοῦς, τὰ νοήματα τῶν πραγμάτων ἀναλαμβάνων εἰς τὴν πνευματικὴν θεωρίαν αὐτῶν κινεῖται· ἀκάθαρτος δὲ ἐκ ῥαθυμίας γεγονώς, τὰ μὲν τῶν λοιπῶν πραγμάτων νοήματα ψιλὰ φαντάζεται, τὰ δὲ ἀνθρώπινα δεχόμενος εἰς αἰσχροὺς ἢ πονηροὺς λογισμοὺς μετατρέπεται.

1.88 (πη') Ὅταν ἀεὶ ἐν τῷ καιρῷ τῆς προσευχῆς μηδὲν τῶν τοῦ κόσμου 14__204 νοημάτων διενοχλήσῃ τῷ νῷ, τότε γίνωσκε σαυτὸν μὴ ἔξω εἶναι τῶν ὅρων τῆς ἀπαθείας.

1.89 (πθ') Ὅταν ἡ ψυχὴ ἄρχηται τῆς ἰδίας ὑγιείας ἐπαισθάνεσθαι, τότε καὶ τὰς ἐν τοῖς ὕπνοις φαντασίας ψιλὰς καὶ ἀταράχους ἄρχεται βλέπειν.

1.90 (ƒ') Ὥσπερ τὸν αἰσθητὸν ὀφθαλμὸν ἡ καλλονὴ τῶν ὁρατῶν, οὕτω καὶ τὸν καθαρὸν νοῦν ἡ γνῶσις τῶν ἀοράτων πρὸς ἑαυτὴν ἐπισπᾶται· ἀόρατα δὲ λέγω τὰ ἀσώματα.

1.91 (ƒα') Μέγα μὲν τὸ πρὸς τὰ πράγματα μὴ πάσχειν· μεῖζον δὲ πολλῷ τὸ πρὸς τὰς φαντασίας αὐτῶν ἀπαθῆ διαμεῖναι. ∆ιότι ὁ διὰ τῶν λογισμῶν πρὸς ἡμᾶς τῶν δαιμόνων πόλεμος τοῦ διὰ τῶν πραγμάτων πολέμου ἐστὶ χαλεπώτερος.

1.92 (ƒβ') Ὁ τὰς ἀρετὰς κατορθώσας καὶ τῇ γνώσει πλουτήσας, ὡς φυσικῶς λοιπὸν τὰ πράγματα διορῶν, πάντα κατὰ τὸν ὀρθὸν λόγον καὶ πράττει καὶ διαλέγεται, τὸ σύνολον μὴ παρατρεπόμενος. Ἐκ γὰρ τοῦ εὐλόγως ἢ ἀλόγως τοῖς πράγμασι χρήσασθαι ἢ ἐνάρετοι ἢ φαῦλοι γινόμεθα.

1.93 (ƒγ') Σημεῖον ἄκρας ἀπαθείας τὸ ψιλὰ τὰ νοήματα τῶν πραγμάτων ἀεὶ ἀναβαίνειν ἐπὶ τὴν καρδίαν καὶ ἐγρηγορότος τοῦ σώματος καὶ κατὰ τοὺς ὕπνους.