1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

2

ἀκούειν 14__040 τὸ καὶ διαμονὴν ἀκαθαίρετον τῶν ἀκουσθέντων ἐπιζητεῖν ἐστι σοφώτερον, ἐπίσταται πάντως πᾶς ὁ καὶ μικρὸν εὐγενείας λογικῆς ἐπιμελούμενος, καὶ μὴ πάντη τῆς πρὸς τὸν λόγον οἰκειότητος ὑπάρχων ἀλλότριος.

Κἀγὼ μὲν ὤκνουν παρὰ τὴν ἀρχήν, τοῦ λόγου εἰρήσεται γὰρ τἀληθέςτὴν ὑπόθεσιν παραιτούμενος· οὐ τῷ μὴ θέλειν ὑμῖν, ἠγαπημένοι, παντὶ τρόπῳ διδόναι κατὰ δύναμιν τὸ καταθύμιον, ἀλλὰ τῷ μήτε τῆς ἐναγούσης πρὸς τοῦτο τοὺς ἀξίους μετειληφέναι χάριτος, μήτε τὴν πεῖραν ἔχειν τῆς πρὸς τὸ λέγειν δυνάμεώς τε καὶ τριβῆς, ἰδιωτείᾳ συντεθραμμένος καὶ λόγων τεχνικῶν παντελῶς ἀμύητος ὑπάρχων τῶν ἐν μόνῃ τῇ προσφορᾷ τὴν χάριν ἐχόντων, οἷς οἱ πολλοὶ μάλιστα χαίρουσι τῇ ἀκοῇ τὴν ἡδονὴν περιγράφοντες, κἂν εἰ μηδὲν τῶν τιμίων διὰ βάθους πολλάκις ἔχοιεν· καὶ τῷ, [ὡς] κυριώτερον εἰπεῖν καὶ ἀληθέστερον, δεδοικέναι μὴ καθυβρίσειν τῇ εὐτελείᾳ τοῦ ἡμετέρου λόγου τὴν ἐκείνου τοῦ μακαρίου ἀνδρὸς περὶ τῶν θείων ὑψηγορίαν τε καὶ νόησιν. Ὅμως δ᾽ οὖν ὕστερον τῇ βίᾳ τῆς ἀγάπης εἴξας τῆς πάντων ἰσχυροτέρας ἐδεξάμην ἑκὼν τὸ ἐπίταγμα, γελᾶσθαι μᾶλλον ἐπ᾽ αὐθαδείᾳ τε καὶ ἀπαιδευσίᾳ δι᾽ εὐπείθειαν παρὰ τῶν μεμψιμοίρων ἑλόμενος ἢ ὑμῖν διὰ τῆς ἀναβολῆς ἐν παντὶ καλῷ μὴ συμπροθυμεῖσθαι βούλεσθαι νομισθῆναι, τὴν περὶ τοῦ πῶς εἰπεῖν μέριμναν τῷ Θεῷ ἐπιρρίψας τῷ μόνῳ θαυματουργῷ καὶ διδάσκοντι μὲν ἄνθρωπον γνῶσιν, τρανοῦντι δὲ γλῶσσαν μογιλάλων, καὶ τοῖς ἀπόροις πόρον ἐπινοοῦντι 14__042 καὶ ἐγείροντι μὲν ἀπὸ γῆς πτωχόν, ἀπὸ δὲ κοπρίας ἀνυψοῦντι πένητα· τοῦ σαρκικοῦ λέγω φρονήματος καὶ τῆς δυσώδους τῶν παθῶν ἰλύος· τὸν πτωχὸν τῷ πνεύματι ἢ τὸν κακίας πτωχεύοντα, καὶ τῆς κατ᾽ αὐτὴν πενόμενον ἕξεως, ἢ τοὐναντίον καὶ τὸν ἔτι τῷ νόμῳ τῆς σαρκὸς καὶ τοῖς πάθεσιν ἐνεχόμενον καὶ διὰ τοῦτο τῆς κατ᾽ ἀρετὴν καὶ γνῶσιν πτωχεύοντα καὶ πενόμενον χάριτος.

Ἀλλ᾽ ἐπειδὴ τῷ παναγίῳ καὶ ὄντως θεοφάντορι ∆ιονυσίῳ τῷ Ἀρεοπαγίτῃ ἐν τῇ 'Περὶ τῆς ἐκκλησιαστικῆς Ἱεραρχίας' πραγματείᾳ καὶ τὰ κατὰ τὴν ἱερὰν τῆς ἁγίας συνάξεως τελετὴν ἀξίως τῆς αὐτοῦ μεγαλονοίας τεθεώρηται σύμβολα, ἰστέον ὡς οὐ τὰ αὐτὰ νῦν ὁ λόγος διεξέρχεται, οὔτε διὰ τῶν αὐτῶν ἐκείνῳ προέρχεται. Τολμηρὸν γὰρ καὶ αὔθαδες καὶ ἀπονοίας ἐγγύς, ἐγχειρεῖν τοῖς ἐκείνου πειρᾶσθαι τὸν μήτε χωρεῖν αὐτὸν ἢ νοεῖν δυνάμενον, καὶ ὡς ἴδια προκομίζειν τὰ ἐνθέως ἐκείνῳ μόνῳ διὰ τοῦ Πνεύματος φανερωθέντα μυστήρια, ἀλλ᾽ ὅσα καὶ ἄλλοις ὡς ληπτὰ παρ᾽ αὐτοῦ φιλανθρώπως βουλήσει Θεοῦ παρελείφθη πρὸς ἔκθεσιν καὶ γυμνασίαν τῆς αὐτῶν ἐκείνων περὶ τὰ θεῖα κατὰ τὴν ἔφεσιν ἕξεως, καὶ δι᾽ ὧν συμμέτρως αὐτοῖς ἡ παμφαὴς τῶν τελουμένων ἀκτὶς κατανοουμένη καθίσταται γνώριμος καὶ πρὸς ἑαυτὴν κατέχει τοὺς πόθῳ περιληφθέντας, ἵνα μὴ παντελῶς οἱ μετ᾽ αὐτὸν ὦσιν ἀργοί, τὴν πᾶσαν τοῦ χρόνου τῆς παρούσης ζωῆς ἡμέραν, οὐκ ἔχοντες τὸν πρὸς τὴν θείαν ἐκείνην ἀμπελουργίαν μισθούμενον λόγον, τὸν ὑπὲρ τῆς πνευματικῆς ἐργασίας τοῦ πνευματικοῦ ἀμπελῶνος, τὸ συλωθὲν κατ᾽ ἀρχὰς ὑπὸ 14__044 τοῦ πονηροῦ δι᾽ ἀπάτης κατὰ τὴν τῆς ἐντολῆς παράβασιν, πνευματικὸν τῆς θείας καὶ βασιλικωτάτης εἰκόνος δηνάριον ἀποδιδόντα.

Οὐ πάντα δὲ τὰ τῷ μακαρίῳ γέροντι μυστικῶς θεωρηθέντα λέγειν καθεξῆς ἐπαγγέλλομαι· οὐδ᾽ αὐτὰ τὰ λεγόμενα, ὡς ἐνοήθη τε παρ᾽ ἐκείνου καὶ ἐλέχθη. Ἐκεῖνος γάρ, πρὸς τὸ φιλόσοφος εἶναι καὶ πάσης παιδείας διδάσκαλος, δι᾽ ἀρετῆς περιουσίαν καὶ τῆς περὶ τὰ θεῖα χρονιωτέρας τε καὶ ἐπιστημονικωτέρας τριβῆς καὶ φιλοπονίας, τῶν τῆς ὕλης δεσμῶν καὶ τῶν κατ᾽ αὐτὴν φαντασιῶν ἐλεύθερον ἑαυτὸν καταστήσας, τόν τε νοῦν εἰκότως εἶχε ταῖς θείαις αὐγαῖς περιλαμπόμενον, καὶ διὰ τοῦτο δυνάμενον εὐθέως ὁρᾷν τὰ τοῖς πολλοῖς μὴ ὁρώμενα, καὶ τὸν λόγον ἑρμηνευτὴν ἀκριβέστατον τῶν νοηθέντων· καὶ ἐσόπτρου δίκην ὑπ᾽ οὐδεμιᾶς κηλίδος παθῶν ἐμποδιζόμενον, ἀκραιφνῶς τὰ ἄλλοις μήτε νοηθῆναι δυνάμενα, καὶ φέρειν