1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

44

3.8 (η') Φιλαυτία ἐστὶν ἡ πρὸς τὸ σῶμα ἐμπαθὴς καὶ ἄλογος φιλία, ᾗ ἀντίκειται ἀγάπη καὶ ἐγκράτεια· ὁ ἔχων αὐτὴν ἔχει πάντα τὰ πάθη.

3.9 (θ') Οὐδείς, φησὶν ὁ Ἀπόστολος, τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν· 14__266 ἀλλ᾽ ὑπωπιάζει δηλονότι καὶ δουλαγωγεῖ, μηδὲν πλέον αὐτῇ παρέχων πλὴν διατροφῆς καὶ σκεπασμάτων καὶ τούτων μόνων τῶν πρὸς τὸ ζῆν ἀναγκαίων. Οὕτως οὖν ἀπαθῶς τις ἀγαπᾷ αὐτὴν καὶ ὡς ὑπηρέτιν τῶν θείων ἐκτρέφει καὶ θάλπει αὐτὴν τοῖς τὴν ἔνδειαν αὐτῆς ἀποπληροῦσι μόνοις.

3.10 (ι') Ὅν τις ἀγαπᾷ, τοῦτον πάντως καὶ σπεύδει θεραπεύειν. Εἰ οὖν τὸν Θεόν τις ἀγαπᾷ, πάντως καὶ τὰ ἀρεστὰ αὐτῷ σπεύδει ποιεῖν· εἰ δὲ τὴν σάρκα, τὰ ταύτην τέρποντα ἐκτελεῖν.

3.11 (ια') Τῷ μὲν Θεῷ ἀρέσκει ἀγάπη καὶ σωφροσύνη καὶ θεωρία καὶ προσευχή· τῇ δὲ σαρκί, γαστριμαργία καὶ ἀκολασία καὶ τὰ τούτων αὐξητικά. ∆ιὰ τοῦτο οἱ ἐν σαρκὶ ὄντες Θεῷ ἀρέσαι οὐ δύνανται· οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις.

3.12 (ιβ') Ὁ νοῦς ἐὰν μὲν νεύσῃ πρὸς Θεόν, ἔχει δοῦλον τὸ σῶμα καὶ πλέον οὐδὲν αὐτῷ παρέχει τῶν πρὸς τὸ ζῆν ἀναγκαίων· ἐὰν δὲ νεύσῃ πρὸς τὴν σάρκα, δουλοῦται τοῖς πάθεσι, πρόνοιαν αὐτῆς ἀεὶ εἰς ἐπιθυμίας ποιούμενος.

3.13 (ιγ') Εἰ θέλεις τῶν λογισμῶν περιγενέσθαι, ἐπιμελοῦ τῶν παθῶν καὶ εὐχερῶς αὐτοὺς ἀπὸ τοῦ νοῦ ἐξελαύνεις. Οἷον ἐπὶ μὲν τῆς πορνείας, νήστευε, ἀγρύπνει, κοπίασον, ἰδίασον· ἐπὶ δὲ τῆς ὀργῆς καὶ τῆς λύπης, καταφρόνει δόξης καὶ ἀτιμίας καὶ τῶν ὑλικῶν πραγμάτων· ἐπὶ δὲ τῆς μνησικακίας, προσεύχου ὑπὲρ τοῦ λυπήσαντος καὶ ἀπαλλάττῃ.

3.14 (ιδ') Μὴ τῶν ἀνθρώπων τοῖς ἀσθενεστέροις σεαυτὸν παραμέτρει, ἀλλὰ τῇ ἐντολῇ τῆς ἀγάπης μᾶλλον παράτεινον· τοῖς μὲν 14__268 γὰρ παραμετρῶν, εἰς τὸν βόθρον τῆς οἰήσεως ἐμπίπτεις· τῇ δὲ παρατείνων, εἰς τὸ ὕψος τῆς τα πεινοφροσύνης προκόπτεις.

3.15 (ιε') Εἰ ὅλως τῆς πρὸς τὸν πλησίον ἀγάπης τὴν ἐντολὴν φυλάττεις, ὑπὲρ τίνος τῆς πρὸς αὐτὸν λύπης τὴν πικρίαν ἐντίκτεις; Ἢ δῆλον ὅτι ταύτης τὰ πρόσκαιρα προτιμῶν καὶ αὐτῶν ἀντεχόμενος, τὸν ἀδελφὸν πολεμεῖς;

3.16 (ιστ') Οὐ διὰ τὴν χρείαν τοσοῦτον τὸ χρυσίον ζηλωτὸν τοῖς ἀνθρώποις γέγονεν, ὅσον τὸ δι᾽ αὐτοῦ τοὺς πολλοὺς τὰς ἡδονὰς θεραπεύειν.

3.17 (ιζ') Τρία εἰσὶ τὰ αἴτια τῆς τῶν χρημάτων ἀγάπης· φιληδονία, κενοδοξία καὶ ἀπιστία· χαλεπωτέρα δὲ τῶν δύο ἡ ἀπιστία καθέστηκεν.

3.18 (ιη') Ὁ μὲν φιλήδονος ἀγαπᾷ ἀργύριον, ἵνα δι᾽ αὐτοῦ τρυφήσῃ· ὁ δὲ κενόδοξος, ἵνα δι᾽ αὐτοῦ δοξασθῇ· ὁ δὲ ἄπιστος, ἵνα κρύψῃ καὶ φυλάξῃ, λιμὸν φοβούμενος ἢ γῆρας ἢ νόσον ἢ ξενιτείαν καὶ ἐπ᾽ αὐτῷ μᾶλλον ἐλπίζει ἢ ἐπὶ τῷ Θεῷ τῷ πάσης κτίσεως δημιουργῷ καὶ προνοητῇ, ἕως τῶν ἐσχάτων καὶ μικροτάτων ζώων.

3.19 (ιθ') Τέσσαρές εἰσιν οἱ περιποιούμενοι χρήματα· οἱ προειρημένοι τρεῖς καὶ ὁ οἰκονομικός· μόνος δὲ οὗτος δηλονότι ὀρθῶς περιποιεῖται, ἵνα ἑκάστῳ τὴν χρείαν παρέχων μὴ διαλείπῃ ποτέ.

3.20 (κ') Πάντες οἱ ἐμπαθεῖς λογισμοὶ ἢ τὸ ἐπιθυμητικὸν τῆς ψυχῆς 14__270 ἐρεθίζουσιν ἢ τὸ θυμικὸν ἐκταράσσουσιν ἢ τὸ λογιστικὸν ἐπισκοτίζουσι· καὶ ἐκ τούτου συμβαίνει τὸν νοῦν ὀφθαλμιᾶσαι πρὸς τὴν πνευματικὴν θεωρίαν καὶ τὴν τῆς προσευχῆς ἐκδημίαν. Καὶ τούτου χάριν ὀφείλει ὁ μοναχός, καὶ μάλιστα ὁ ἡσυχάζων, ἀκριβῶς τοῖς λογισμοῖς προσέχειν καὶ τὰς τούτων αἰτίας καὶ γνῶναι καὶ ἐκκόπτειν. Γινώσκειν δὲ οὕτως· οἷον ἐρεθίζουσι τὸ ἐπιθυμητικὸν τῆς ψυχῆς αἱ ἐμπαθεῖς μνῆμαι τῶν γυναικῶν· τούτων δὲ αἰτίαι, ἡ τῶν