1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

16

ΚΑ. ΤΙ ΣΗΜΑΙΝΕΙ ΤΟ ΤΕΛΟΣ ΤΗΣ ΜΥΣΤΙΚΗΣ ΙΕΡΟΥΡΓΙΑΣ ΤΩΝ... 14__124 ΚΑ. Τί σημαίνει τὸ τέλος τῆς μυστικῆς ἱερουργίας τῶν ἐκφωνουμένων

ὕμνων, τουτέστιν "Εἷς ἅγιος, εἷς Κύριος», καὶ τὰ ἑξῆς Ἡ δὲ κατὰ τὸ τέλος τῆς μυστικῆς ἱερουργίας παρὰ παντὸς τοῦ λαοῦ γινομένη

τοῦ "Εἷς ἅγιος" καὶ τῶν ἑξῆς ὁμολογία τὴν ὑπὲρ λόγον καὶ νοῦν πρὸς τὸ ἓν τῆς θείας ἁπλότητος κρύφιον γενησομένην τῶν μυστικῶς τε καὶ σοφῶς κατὰ Θεὸν τετελεσμένων συναγωγήν τε καὶ ἕνωσιν δηλοῖ, ἐν τῷ ἀφθάρτῳ τῶν νοητῶν αἰῶνι καθ᾽ ὃν τῆς ἀφανοῦς καὶ ὑπεραρρήτου δόξης τὸ φῶς ἐνοπτεύοντες τῆς μακαρίας μετὰ τῶν ἄνω δυνάμεων, καὶ αὐτοὶ δεκτικοὶ γίγνονται καθαρότητος· μεθ᾽ ἥν, ὡς τέλος πάντων, ἡ τοῦ μυστηρίου μετάδοσις γίνεται μεταποιοῦσα πρὸς ἑαυτὴν καὶ ὁμοίους τῷ κατ᾽ αἰτίαν ἀγαθῷ κατὰ χάριν καὶ μέθεξιν ἀποφαίνουσα τοὺς ἀξίως μεταλαμβάνοντας, ἐν μηδενὶ αὐτοῦ λειπομένους, κατὰ τὸ ἐφικτὸν ἀνθρώποις καὶ ἐνδεχόμενον. Ὥστε καὶ αὐτοὺς δύνασθαι εἶναί τε καὶ καλεῖσθαι θέσει κατὰ τὴν χάριν θεούς, διὰ τὸν αὐτοὺς ὅλως πληρώσαντα ὅλον Θεὸν καὶ μηδὲν αὐτῶν τῆς αὐτοῦ παρουσίας κενὸν καταλείψαντα.

ΚΒ. ΠΩΣ ΚΑΙ ΤΙΝΙ ΤΡΟΠΩ ΚΑΙ Η ΤΗΣ ΨΥΧΗΣ ΚΑΘ᾽ ΕΑΥΤΗΝ... 14__126 ΚΒ. Πῶς καὶ τίνι τρόπῳ καὶ ἡ τῆς ψυχῆς καθ᾽ ἑαυτὴν νοουμένης ἐπὶ τοῦ καθ᾽

ἕκαστον ἰδικῶς ἐκθεωτικὴ καὶ τελειοποιὸς διὰ τῶν εἰρημένων θεωρεῖται κατάστασις ∆εῦρο δὴ οὖν διὰ τῶν αὐτῶν ὁδῷ καὶ τάξει βαίνοντες πάλιν τὰ αὐτὰ καὶ περὶ

ψυχῆς γνωστικῆς θεωρήσωμεν, καὶ συναναβῆναι μικρὸν κατὰ δύναμιν τῷ λόγῳ μετ᾽ εὐλαβείας πρὸς ὑψηλοτέραν θεωρίαν, σκοπῆσαί τε καὶ κατανοῆσαι πῶς οἱ θεῖοι τῆς ἁγίας Ἐκκλησίας θεσμοὶ τὴν ψυχὴν ἐπὶ τὴν ἑαυτῆς τελειότητα δι᾽ ἀληθοῦς καὶ ἐνεργοῦς γνώσεως ἄγουσι, ποθοῦντα τὸν νοῦν καὶ βουλόμενον, Θεοῦ χειραγωγοῦντοςεἰ δοκεῖμὴ κωλύσωμεν.

ΚΓ. ΟΤΙ ΣΥΜΒΟΛΟΝ ΤΩΝ ΚΑΤΑ ΨΥΧΗΝ ΑΡΕΤΩΝ ΕΣΤΙΝ Η ΠΡΩΤΗ ΕΙΣΟ∆ΟΣ... 14__128 ΚΓ. Ὅτι σύμβολον τῶν κατὰ ψυχὴν ἀρετῶν ἐστιν ἡ πρώτη εἴσοδος τῆς ἁγίας

συνάξεως Ἄθρει τοιγαροῦν, ὅστις τῆς μακαρίας τοῦ Χριστοῦ σοφίας γνήσιος

καθέστηκας ἐραστής, νοὸς ὀφθαλμοῖς κατὰ τὴν πρώτην εἴσοδον τῆς ἁγίας συνάξεως ἀπὸ τῆς ἔξωθεν τῶν ὑλικῶν πλάνης καὶ ταραχῆς, κατὰ τὸ γεγραμμένον "Γυναῖκες ἐρχόμεναι ἀπὸ θέας», δεῦτε, τῆς ἐν εἴδει καὶ σχήματί φημι κατὰ τὴν πρόσοψιν τῶν αἰσθητῶν περιπλανήσεως· οὐ γὰρ θεωρίαν εἰπεῖν ἀληθές, κατὰ τοὺς ἀσόφους τῶν παρ᾽ Ἕλλησι λεγομένων σοφῶνμηδὲ γὰρ σοφοὶ κληθεῖεν [ἄν] ποτε πρὸς ἡμῶν οἱ τὸν Θεὸν γνῶναι διὰ τῶν αὐτοῦ ποιημάτων μὴ δυνηθέντες ἢ μὴ βουληθέντεςτῶν αἰσθητῶν λέγω τὴν ἐπιφάνειαν, καθ᾽ ἣν ὁ διηνεκὴς τῶν αἰσθητῶν πρὸς ἄλληλα συνέστηκε πόλεμος, πᾶσι τὴν δι᾽ ἀλλήλων φθορὰν ἐνεργῶν, πάντων φθειρόντων ἄλληλα καὶ ἐν ἀλλήλοις φθειρομένων· καὶ τοῦτο μόνον πάγιον ἔχοντα, τὸ ἀστατεῖν καὶ φθείρεσθαι καὶ μηδέποτε συμβαίνειν ἀλλήλοις κατὰ διαμονὴν ἄμαχον δύνασθαι καὶ ἀστασίαστον, ἐρχομένην τε τὴν ψυχὴν καὶ προτροπάδην φεύγουσαν καὶ ὥσπερ εἰς Ἐκκλησίαν 14__130 καὶ ἄσυλον εἰρήνης ἀνάκτορον τὴν ἐν πνεύματι φυσικὴν θεωρίαν τὴν ἄμαχον καὶ πάσης ἐλευθέραν ταραχῆς μετὰ Λόγου τε καὶ ὑπὸ τοῦ Λόγου τοῦ μεγάλου καὶ ἀληθοῦς ἡμῶν Θεοῦ καὶ ἀρχιερέως εἰσερχομένην, καὶ ὡς διὰ συμβόλων τῶν γινομένων θείων ἀναγνωσμάτων, τοὺς τῶν ὄντων διδασκομένην