1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

54

4.12 (ιβ') Ἡ μὲν ἀσώματος οὐσία καὶ λέγουσα καὶ πράττουσα καὶ θεωρουμένη τοῦ εὖ εἶναι μεταδίδωσιν· ἡ δὲ σωματική, θεωρουμένη μόνον.

4.13 (ιγ') Τὸ μὲν ἀεὶ εἶναι ἢ μὴ εἶναι τὴν λογικὴν καὶ νοερὰν οὐσίαν ἐν τῇ βουλήσει ἐστὶ τοῦ τὰ πάντα καλὰ δημιουργήσαντος· τὸ δὲ ἀγαθὰ ταῦτα εἶναι κατὰ προαίρεσιν ἢ φαῦλα ἐν τῷ θελήματι τῶν γεγονότων ὑπάρχει.

4.14 (ιδ') Οὐ περὶ τὴν οὐσίαν τῶν γεγονότων τὸ κακὸν θεωρεῖται, ἀλλὰ περὶ τὴν ἐσφαλμένην καὶ ἀλόγιστον κίνησιν.

4.15 (ιε') Εὐλόγως κινεῖται ἡ ψυχή, ὅταν τὸ μὲν ἐπιθυμητικὸν αὐτῆς 14__316 τῇ ἐγκρατείᾳ πεποίωται· τὸ δὲ θυμικὸν τῆς ἀγάπης ἀντέχηται, τὸ μῖσος ἀποστρεφόμενον· τὸ δὲ λογιστικὸν πρὸς τὸν Θεὸν διάγῃ διὰ προσευχῆς καὶ θεωρίας πνευματικῆς.

4.16 (ιστ') Οὔπω ἔχει τελείαν τὴν ἀγάπην οὐδὲ τῆς θείας προνοίας κατὰ βάθος τὴν γνῶσιν ὁ ἐν καιρῷ πειρασμοῦ μὴ μακροθυμῶν ἐπὶ τοῖς συμβαίνουσι λυπηροῖς, ἀλλ᾽ ἀποκόπτων ἑαυτὸν τῆς τῶν πνευματικῶν ἀδελφῶν ἀγάπης.

4.17 (ιζ') Σκοπὸς τῆς θείας προνοίας τὸ τοὺς ὑπὸ τῆς κακίας ποικίλως διεσχισμένους διὰ τῆς ὀρθῆς πίστεως καὶ τῆς πνευματικῆς ἀγάπης ἑνοποιεῖν, εἴπερ διὰ τοῦτο πέπονθεν ὁ Σωτήρ, ἵνα τὰ τέκνα τοῦ Θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν. Ὁ οὖν μὴ στέγων τὰ ὀχληρὰ μηδὲ φέρων τὰ λυπηρὰ μηδὲ ὑπομένων τὰ ἐπίπονα, ἐκτὸς τῆς θείας ἀγάπης καὶ τοῦ σκοποῦ τῆς προνοίας περιπαθεῖ.

4.18 (ιη') Εἰ ἡ ἀγάπη μακροθυμεῖ καὶ χρηστεύεται, ὁ ὀλιγοψυχῶν ἐπὶ τοῖς συμβαίνουσι λυπηροῖς καὶ διὰ τοῦτο πονηρευόμενος ἐπὶ τοῖς λυπήσασι καὶ τῆς πρὸς αὐτοὺς ἀγάπης ἑαυτὸν ἀποκόπτων, πῶς τοῦ σκοποῦ τῆς θείας προνοίας οὐκ ἐκπίπτει;

4.19 (ιθ') Πρόσεχε σεαυτῷ, μήποτε ἡ χωρίζουσά σε ἐκ τοῦ ἀδελφοῦ κακία οὐκ ἐν τῷ ἀδελφῷ, ἀλλ᾽ ἔν σοι εὑρίσκεται· καὶ σπεῦσον αὐτῷ διαλλαγῆναι, ἵνα μὴ τῆς ἐντολῆς τῆς ἀγάπης ἐκπέσῃς.

4.20 (κ') Μὴ καταφρονήσῃς τῆς ἐντολῆς τῆς ἀγάπης, ὅτι δι᾽ αὐτῆς υἱὸς Θεοῦ ἔσῃ· ἣν παραβαίνων, υἱὸς γεέννης εὑρεθήσῃ.

4.21 (κα') Τὰ χωρίζοντα τῆς τῶν φίλων ἀγάπης εἰσὶ ταῦτα· τὸ φθονεῖν 14__318 ἢ φθονεῖσθαι, τὸ ζημιοῦν ἢ ζημιοῦσθαι, τὸ ἀτιμάζειν ἢ ἀτιμάζεσθαι καὶ οἱ ἐξ ὑπονοίας λογισμοί. Μήποτε οὖν ἔδρασάς τι τούτων ἢ πέπονθας καὶ διὰ τοῦτο τῆς τοῦ φίλου ἀγάπης χωρίζῃ.

4.22 (κβ') Συνέβη σοι πειρασμὸς ἐκ τοῦ ἀδελφοῦ καὶ ἡ λύπη εἰς μῖσός σε ἤγαγε· μὴ νικῶ ὑπὸ τοῦ μίσους, ἀλλὰ νίκα ἐν τῇ ἀγάπῃ τὸ μῖσος. Νικήσεις δὲ τρόπῳ τοιούτῳ· προσευχόμενος ὑπὲρ αὐτοῦ γνησίως πρὸς τὸν Θεόν, τὴν ἀπολογίαν αὐτοῦ δεχόμενος ἢ καὶ αὐτὸς διὰ ταύτης αὐτὸν θεραπεύων καὶ σεαυτὸν αἴτιον τοῦ πειρασμοῦ λογιζόμενος καὶ μακροθυμῶν μέχρις οὗ παρέλθῃ τὸ νέφος.

4.23 (κγ') Μακρόθυμός ἐστιν ὁ τὸ τέλος ἐκδεχόμενος τοῦ πειρασμοῦ καὶ τὸ καύχημα τῆς καρτερίας ἀναμένων.

4.24 (κδ') Ἀνὴρ μακρόθυμος, πολὺς ἐν φρονήσει, ὅτι πάντα τὰ συμβαίνοντα ἐπὶ τὸ τέλος ἀναφέρει κἀκεῖνο περιμένων ἀνέχεται τῶν λυπηρῶν. Τὸ δὲ τέλος ἐστὶ ζωὴ αἰώνιος, κατὰ τὸν θεῖον Ἀπόστολον· αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.

4.25 (κε') Μὴ εὔκολος ἔσο ἐπὶ ἀποβολῇ πνευματικῆς ἀγάπης, διότι ἄλλη σωτηρίας ὁδὸς οὐχ ὑπολέλειπται ἐν ἀνθρώποις.

4.26 (κστ') Μὴ τὸν χθὲς πνευματικὸν ἀδελφὸν καὶ ἐνάρετον διὰ τὸ ἐν σοὶ σήμερον ἐξ ἐπηρείας τοῦ πονηροῦ ἐγγινόμενον μῖσος κρῖνε φαῦλον καὶ πονηρόν·