1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

17

λόγους καὶ τὸ θαυμαστὸν καὶ μέγα τῆς ἐν νόμῳ καὶ προφήταις δηλουμένης θείας προνοίας μυστήριον, καθ᾽ ἕκαστόν τε δεξαμένην ὑπὲρ τῆς ἐν τούτοις καλῆς μαθητείας θεόθεν διὰ τῶν ἁγίων δυνάμεων νοερῶς κατὰ διάνοιαν αὐτῇ διαλεγομένων τὰς εἰρηνοδώρους σημειώσεις μετὰ τῆς ῥωστικῆς καὶ συντηρητικῆς θέλξεως τῆς θείας καὶ διαπύρου κατὰ Θεὸν ἐφέσεως, διὰ τῆς μυστικῶς ὑπᾳδομένης αὐτῇ νοητῶς τῶν θείων ᾀσμάτων ἡδονῆς.

Πάλιν ἐκ τούτων μεταβαίνουσαν καὶ συναγομένην ἐπὶ τὴν μίαν καὶ μόνην καὶ ἑνιαίως τούτους συλλαμβάνουσαν τοὺς λόγους κορυφήν, λέγω δὲ τὸ ἅγιον Εὐαγγέλιον, ἐν ᾧ πάντες τῆς τε προνοίας καὶ τῶν ὄντων οἱ λόγοι κατὰ μίαν περιοχῆς δύναμιν ἑνοειδῶς προϋφεστήκασι. Μεθ᾽ ὃ κατ᾽ αἴσθησιν θείαν αὐτὸν ὁρᾷν ἔνεστι πάλιν θεμιτὸν τοῖς φιλοθέοις ἀταρβήτοις νοὸς ὄμμασι παραγινόμενον οὐρανόθεν αὐτῇ τὸν Λόγον καὶ Θεόν, ὡς ἡ τοῦ ἀρχιερέως ἀπὸ τοῦ θρόνου τοῦ ἱερατικοῦ σημαίνει κατάβασις, καὶ τέλειον αὐτῆς διακρίνοντα κατηχουμένων δίκην τοὺς ἔτι τὴν αἴσθησιν καὶ τὸ κατ᾽ αὐτὴν μεριστὸν φαντασιουμένους λογισμούς.

Κἀντεῦθεν πάλιν ἔξω γενομένην τῶν αἰσθητῶν, ὡς ἡ τῶν θυρῶν τῆς ἁγίας τοῦ Θεοῦ Ἐκκλησίας νοεῖν ὑποτίθεται κλεῖσις, ἐπὶ τὴν δηλουμένην διὰ τῆς εἰσόδου τῶν ἀρρήτων μυστηρίων ἄϋλον καὶ ἁπλῆν καὶ ἀναλλοίωτον καὶ θεοειδῆ καὶ παντὸς 14__132 ἐλευθέραν εἴδους καὶ σχήματος ἐπιστήμην τῶν νοητῶν ἄγοντα, καθ᾽ ἣν συναγάγουσαν πρὸς μὲν ἑαυτῆς τὰς οἰκείας δυνάμεις, πρὸς δὲ τὸν Λόγον ἑαυτὴν καταντᾷ, διὰ τοῦ νοεροῦ ἀσπασμοῦ ἑνώσασαν τοὺς περὶ ἑαυτὴν ἀρρήτους τῆς σωτηρίας καὶ λόγους καὶ τρόπους, διὰ τοῦ Συμβόλου τῆς πίστεως εὐχαρίστως ὁμολογεῖν ἐκδιδάσκοντα.

Ἐπὶ τούτοις δὲ πάλιν, ὡς ἤδη λοιπὸν κατὰ δύναμιν ἁπλῆν καὶ ἀδιαίρετον διὰ μαθητείας γνώσει περιλαβοῦσαν τούς τε τῶν αἰσθητῶν καὶ τῶν νοητῶν λόγους, ἐπὶ τὴν γνῶσιν τῆς ἐκφανοῦς αὐτὴν ἄγοντα θεολογίας μετὰ τὴν πάντων διάβασιν καὶ τὴν ἴσην τοῖς ἀγγέλοις κατὰ τὸ ἐφικτὸν αὐτῇ παρεχόμενον νόησιν καὶ τοσοῦτον διδάσκοντα σωφρόνως αὐτήν, ὅσον εἰδέναι Θεὸν ἕνα, μίαν οὐσίαν, ὑποστάσεις τρεῖς· μονάδα οὐσίας τρισυπόστατον καὶ τριάδα ὑποστάσεων ὁμοούσιον, μονάδα ἐν τριάδι καὶ τριάδα ἐν μονάδι· οὐκ ἄλλην καὶ ἄλλην, οὐδ᾽ ἄλλην παρ᾽ ἄλλην, οὐδὲ δι᾽ ἄλλης ἄλλην, οὐ δ᾽ ἄλλην ἐν ἄλλῃ, οὐδὲ ἐξ ἄλλης ἄλλην· ἀλλὰ τὴν αὐτὴν ἐν ἑαυτῇ, καὶ καθ᾽ ἑαυτὴν ἐφ᾽ ἑαυτήν, ἑαυτῇ ταὐτὴν καὶ μονάδα καὶ τριάδα ἀσύγχυτόν τε καὶ ἀσυγχύτως τὴν ἕνωσιν ἔχουσαν καὶ τὴν διάκρισιν ἀδιαίρετόν τε καὶ ἀμέριστον· μονάδα μὲν κατὰ τὸν τῆς οὐσίας, ἤτοι τὸν τοῦ εἶναι λόγον, ἀλλ᾽ οὐ κατὰ σύνθεσιν ἢ συναίρεσιν ἢ τὴν οἱανοῦν σύγχυσιν, τριάδα δὲ κατὰ τὸν τοῦ πῶς ὑπάρχειν καὶ ὑφεστάναι λόγον, ἀλλ᾽ οὐ κατὰ διαίρεσιν ἢ ἀλλοτρίωσιν ἢ τὸν οἱονοῦν μερισμόν. Οὐ γὰρ μεμέρισται ταῖς ὑποστάσεσιν ἡ μονάς, οὐδὲ σχετικῶς ἔνεστι καὶ ἐπιθεωρεῖται αὐταῖς, οὐδὲ συντέθεινται εἰς μονάδα αἱ ὑποστάσεις ἢ συναιρέσει αὐτὴν ἐκπληροῦσιν, ἀλλὰ τὴν αὐτὴν ἑαυτῇ ταὐτόν, ἄλλως μέντοι καὶ ἄλλως. Μονὰς γάρ ἐστι ἀσύγχυτος τῇ οὐσίᾳ καὶ τῷ κατ᾽ αὐτὴν ἀπλῷ λόγῳ ἡ 14__134 ἁγία Τριὰς τῶν ὑποστάσεων, καὶ τριάς ἐστι ταῖς ὑποστάσεσι καὶ τῷ τρόπῳ τῆς ὑπάρξεως ἡ ἁγία Μονάς. Τὴν αὐτὴν ὅλην τοῦτο κἀκεῖνο διαφόρως, κατ᾽ ἄλλον καὶ ἄλλον, ὡς εἴρηται, λόγον νοουμένην· μίαν καὶ μόνην, ἀδιαίρετόν τε καὶ ἀσύγχυτον, καὶ ἁπλῆν καὶ ἀμείωτον καὶ ἀπαράλλακτον θεότητα· μονάδα κατὰ τὴν οὐσίαν ὅλην ὑπάρχουσαν, καὶ ὅλην τριάδα τὴν αὐτὴν ταῖς ὑποστάσεσι, καὶ μίαν ἑνὸς τρισσοφαοῦς ἀκτῖνα φωτὸς μονοειδῶς ἐπιλάμπουσαν.

Ἐφ᾽ ᾧ καὶ τὴν ψυχήν, ὁμοτίμως τοῖς ἁγίοις ἀγγέλοις τοὺς ἐκφανεῖς καὶ ἐφικτοὺς τῇ κτίσει περὶ θεότητος δεξαμένην λόγους καὶ συμφώνως αὐτοῖς ἀσιγήτως ἀνυμνεῖν μαθοῦσαν τριαδικῶς τὴν μίαν θεότητα, ἐπὶ τὴν κατὰ χάριν δι᾽ ὁμοιότητος