1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

75

ἡμᾶς τῇ ῥάβδῳ τῶν κριμάτων σου». "Τί ἐσκλήρυνας ἡμῶν τὰς καρδίας, τοῦ μὴ φοβεῖσθαί σε;" Ἐγκατέλειψας ἡμᾶς τῇ αὐτονομίᾳ τῆς πλάνης; Ἐπίστρεψον, Κύριε, τοὺς δούλους σου διὰ τὴν ἁγίαν σου Ἐκκλησίαν, διὰ πάντας τοὺς ἀπ᾽ αἰῶνος ἁγίους σου, ἵνα "μικρὸν κληρονομήσωμεν τοῦ ὄρους τοῦ ἁγίου σου. Οἱ ὑπεναντίοι ἡμῶν κατεπάτησαν τὸ ἁγίασμά σου· ἐγενόμεθα ὡς τὸ ἀπ᾽ ἀρχῆς ὅτε οὐκ ἦρξας ἡμῶν, οὐδὲ ἐπεκλήθη τὸ ὄνομά σου ἐφ᾽ ἡμᾶς».

38 (λη'). "Ἐὰν ἀνοίξῃς τὸν οὐρανόν, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη, καὶ τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου τοῦ πυρός· καὶ κατακαύσει πῦρ τοὺς ὑπεναντίους· καὶ φοβερὸν ἔσται τὸ ὄνομά σου τοῖς ὑπεναντίοις. Ὅταν ποιεῖς τὰ ἔνδοξα, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη. Ἀπὸ τοῦ αἰῶνος οὐκ ἠκούσαμεν, οὐδὲ οἱ ὀφθαλμοὶ ἡμῶν εἶδον Θεόν, πλὴν σοῦ. Καὶ τὰ ἔργα σου, ἃ ποιήσεις τοῖς ὑπομένουσιν ἔλεον· συναντήσεται γὰρ τοῖς ποιοῦσι τὸ δίκαιον, καὶ τῶν ὁδῶν σου μνησθήσονται. Ἰδοὺ σὺ ὠργίσθης, καὶ ἡμεῖς ἡμάρτομεν». Μᾶλλον δέ, ἡμεῖς ἡμάρτομεν, καὶ σὺ ὠργίσθης.

(14__424> "∆ιὰ τοῦτο ἐπλανήθημεν, καὶ ἐγενήθημεν ὡς ἀκάθαρτοι πάντες ἡμεῖς· ὡς ῥάκος ἀποκαθημένης πᾶσα ἡ δικαιοσύνη ἡμῶν· καὶ ἐρρύημεν ὡς φύλλα διὰ τὰς ἀνομίας ἡμῶν, οὕτως ἄνεμος οἴσει ἡμᾶς, καὶ οὐκ ἔστιν ὁ ἐπικαλούμενος τὸ ὄνομά σου, καὶ ὁ μνησθεὶς ἀντιλαβέσθαι σου. Καὶ ἀπέστρεψας τὸ πρόσωπόν σου ἀφ᾽ ἡμῶν, καὶ παρέδωκας ἡμᾶς διὰ τὰς ἁμαρτίας ἡμῶν. Καὶ νῦν, Κύριε, Πατὴρ ἡμῶν εἶ σύ· ἡμεῖς δὲ πηλός, ἔργον τῶν χειρῶν σου πάντες. Μὴ ὀργισθῇς ἡμᾶς σφόδρα, καὶ μὴ ἐν καιρῷ μνησθῇς ἁμαρτιῶν ἡμῶν. Καὶ νῦν ἐπίβλεψον ὅτι λαός σου πάντες ἡμεῖς· πόλις τοῦ ἁγίου σου ἐγενήθη ἔρημος Σιών· ὡς ἔρημος ἐγενήθη Ἱερουσαλήμ. Εἰς κατάραν ὁ οἶκος τοῦ ἁγίου ἡμῶν, καὶ ἡ δόξα ἣν ηὐλόγησαν οἱ πατέρες ἡμῶν, ἐγενήθη πυρίκαυστος, καὶ πάντα τὰ ἔνδοξα συνέπεσε. Καὶ ἐπὶ πᾶσι τούτοις ἠνέσχου, Κύριε, καὶ ἐσιώπησας, καὶ ἐταπείνωσας ἡμᾶς ἕως σφόδρα».

39 (λθ'). Συνέβη μὲν ταῦτα τυπικῶς τῷ παλαιῷ σου λαῷ, νῦν δὲ εἰς ἡμᾶς ἀληθινῶς πεπλήρωται· "καὶ ἐγενήθημεν ὄνειδος τοῖς γείτοσιν ἡμῶν δαίμοσι, μυκτηρισμὸς καὶ χλευασμὸς τοῖς κύκλῳ ἡμῶν». Ἀλλ᾽ ἐπίβλεψον ἐξ οὐρανοῦ, καὶ ἴδε, καὶ σῶσον ἡμᾶς διὰ τὸ ὄνομά σου τὸ ἅγιον· καὶ γνώρισον ἡμῖν τὰς μεθοδείας τῶν ὑπεναντίων ἡμῶν· καὶ ῥῦσαι ἡμᾶς ἐκ τῶν μηχανημάτων αὐτῶν, καὶ μὴ ἀποστήσῃς ἀφ᾽ ἡμῶν τὴν σὴν βοήθειαν, ὅτι ἡμεῖς οὐχ ἱκανοί ἐσμεν πρὸς τὸ νικᾷν τὰ ἀντιπίπτοντα· σὺ δὲ δυνατὸς εἶ εἰς τὸ σώζειν ἐκ πάντων τῶν ἐναντίων. Σῶσον ἡμᾶς, Κύριε, ἐκ τῶν δυσχερῶν τοῦ κόσμου (14__426> τούτου, κατὰ τὴν χρηστότητά σου, ἵνα ἐν καθαρᾷ συνειδήσει τὸ πέλαγος τοῦ βίου διαπεράσαντες, ἄμεμπτοι καὶ ἀκέραιοι τῷ φοβερῷ βήματί σου παραστάντες, ἀξιωθῶμεν τῆς αἰωνίου ζωῆς».

40 (μ'). Ταῦτα πάντα ἀκούσας ὁ Ἀδελφὸς καὶ σφόδρα κατανυγείς, μετὰ δακρύων εἶπε τῷ Γέροντι ὡς· "ἐξ ὧν θεωρῶ, Πάτερ, οὐχ ὑπολείπεταί μοι ἐλπὶς σωτηρίας. Αἱ γὰρ "ἀνομίαι μου ὑπερῇραν τὴν κεφαλήν μου»· ἀλλὰ παρακαλῶ εἰπεῖν μοι τί ὤφειλον ποιῆσαι».

Καὶ ὁ Γέρων ἀποκριθεὶς εἶπε· "Τὸ σωθῆναι, παρὰ μὲν ἀνθρώποις ἀδύνατον· παρὰ δὲ τῷ Θεῷ, πάντα

δυνατά", ὡς αὐτὸς ἔφη ὁ Κύριος. "Προφθάσομεν οὖν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, προσκυνήσωμεν καὶ προσπέσωμεν, καὶ κλαύσωμεν ἐναντίον Κυρίου τοῦ ποιήσαντος ἡμᾶς, ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν»· καὶ ἀκούωμεν αὐτοῦ λέγοντος διὰ τῆς Ἡσαΐου φωνῆς, ὅτι "ὅταν ἀποστραφῇς καὶ στενάξῃς, τότε σωθήσῃ». Καὶ πάλιν· "Μὴ οὐκ ἰσχύει ἡ χεὶρ Κυρίου τοῦ σῶσαι; ἢ ἐβάρυνε τὸ οὖς αὐτοῦ τὸ μὴ εἰσακούσασθαι; Ἀλλὰ τὰ ἁμαρτήματα ἡμῶν διιστῶσιν ἀναμέσον ἡμῶν καὶ τοῦ Θεοῦ· καὶ διὰ τὰς ἁμαρτίας ἡμῶν ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ, τοῦ μὴ ἐλεῆσαι».