1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

30

αὑτοῦ ἀγάπην εἰς ἡμᾶς ἐνδειξάμενος, ὑπὲρ ὅλης τῆς ἀνθρωπότητος ἔπαθεν καὶ πᾶσιν ἐξ ἴσου τὴν ἐλπίδα τῆς ἀναστάσεως ἐχαρίσατο· εἰ καὶ ἕκαστος ἑαυτὸν εἴτε δόξης εἴτε κολάσεως καθίστησιν ἄξιον.

1.72 (οβ') Ὁ μὴ καταφρονῶν δόξης καὶ ἀτιμίας, πλούτου καὶ πενίας, ἡδονῆς τε καὶ λύπης, τελείαν ἀγάπην οὔπω ἐκτήσατο· ἡ γὰρ τελεία ἀγάπη οὐ μόνον τούτων καταφρονεῖ, ἀλλὰ καὶ αὐτῆς τῆς προσκαίρου ζωῆς καὶ τοῦ θανάτου.

1.73 (ογ') Ἄκουε τῶν καταξιωθέντων τῆς τελείας ἀγάπης ποῖα λέγουσι· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; Θλίψις ἢ στενοχωρία ἢ διωγμὸς ἢ λιμὸς ἢ γυμνότης ἢ κίνδυνος ἢ μάχαιρα; Καθὼς γέγραπται, ὅτι ἕνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέραν· ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. Ἀλλ᾽ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς. Πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος οὔτε ζωὴ οὔτε ἄγγελοι οὔτε ἀρχαὶ οὔτε δυνάμεις οὔτε ἐνεστῶτα οὔτε μέλλοντα οὔτε ὕψωμα οὔτε βάθος οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· καὶ ταῦτα μὲν περὶ τῆς εἰς Θεὸν ἀγάπης καὶ λέγοντες καὶ πράττοντές εἰσι πάντες οἱ ἅγιοι.

1.74 (οδ') Περὶ δὲ τῆς εἰς τὸν πλησίον ἀγάπης ἄκουε πάλιν οἷα λέγουσιν. Ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, συμμαρτυρούσης μοι καὶ τῆς συνειδήσεώς μου ἐν Πνεύματι ἁγίῳ· ὅτι λύπη μοί ἐστι πολλὴ καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου. Ηὐχόμην 14__198 γὰρ ἀνάθεμα εἶναι αὐτὸς ἐγὼ ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου κατὰ σάρκα, οἵτινές εἰσιν Ἰσραηλῖται· καὶ τὰ ἑξῆς. Ὡσαύτως καὶ ὁ Μωυσῆς καὶ οἱ λοιποὶ ἅγιοι.

1.75 (οε') Ὁ μὴ καταφρονῶν δόξης καὶ ἡδονῆς καὶ τῆς τῶν τούτων αὐξητικῆς καὶ δι᾽ αὐτὰς συνισταμένης φιλαργυρίας, τὰς τοῦ θυμοῦ προφάσεις κόπτειν οὐ δύναται· ὁ δὲ ταύτας μὴ κόπτων, τῆς τελείας ἀγάπης τυχεῖν οὐ δύναται.

1.76 (οστ') Ταπείνωσις καὶ κακοπάθεια πάσης ἁμαρτίας ἐλευθεροῦσι τὸν ἄνθρωπον· ἡ μέν, τὰ τῆς ψυχῆς· ἡ δέ, τὰ τοῦ σώματος περικόπτουσα πάθη. Τοῦτο γὰρ ποιῶν καὶ ὁ μακάριος ∆αβὶδ φαίνεται, ἐν οἷς εὔχεται πρὸς τὸν Θεὸν λέγων· Ἰδὲ τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου.

1.77 (οζ') ∆ιὰ μὲν τῶν ἐντολῶν ὁ Κύριος ἀπαθεῖς τοὺς ἐργαζομένους αὐτὰς ἀποτελεῖ· διὰ δὲ τῶν θείων δογμάτων τὸν φωτισμὸν τῆς γνώσεως αὐτοῖς χαρίζεται.

1.78 (οη') Πάντα τὰ δόγματα ἢ περὶ Θεοῦ εἰσιν ἢ περὶ ὁρατῶν καὶ ἀοράτων ἢ περὶ τῆς ἐν αὐτοῖς προνοίας καὶ κρίσεως.

1.79 (οθ') Ἡ μὲν ἐλεημοσύνη τὸ θυμικὸν μέρος τῆς ψυχῆς θεραπεύει· ἡ δὲ νηστεία τὴν ἐπιθυμίαν μαραίνει· ἡ δὲ προσευχὴ τὸν νοῦν καθαίρει καὶ πρὸς τὴν τῶν ὄντων θεωρίαν παρασκευάζει. Πρὸς γὰρ τὰς δυνάμεις τῆς ψυχῆς καὶ τὰς ἐντολὰς ὁ Κύριος ἡμῖν ἐχαρίσατο.

1.80 (π') Μάθετε ἀπ᾽ ἐμοῦ, φησίν, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ τὰ ἑξῆς. Ἡ μὲν πραότης ἀτάραχον τὸν θυμὸν διαφυλάττει· 14__200 ἡ δὲ ταπείνωσις τύφου καὶ κενοδοξίας τὸν νοῦν ἐλευθεροῖ.

1.81 (πα') ∆ιττός ἐστιν ὁ τοῦ Θεοῦ φόβος· ὁ μὲν ἐκ τῶν ἀπειλῶν τῆς κολάσεως ἡμῖν ἐντικτόμενος, δι᾽ ὃν ἡ ἐγκράτεια καὶ ἡ ὑπομονὴ καὶ ἡ εἰς Θεὸν ἐλπὶς καὶ ἡ ἀπάθεια, ἐξ ἧς ἡ ἀγάπη, κατὰ τάξιν ἡμῖν ἐγγίνονται· ὁ δὲ αὐτῇ τῇ ἀγάπῃ συνέζευκται, εὐλάβειαν τῇ ψυχῇ ἀεὶ ἐμποιῶν, ἵνα μὴ διὰ τὴν τῆς ἀγάπης παρρησίαν εἰς καταφρόνησιν Θεοῦ ἔλθῃ.

1.82 (πβ') Τὸν μὲν πρῶτον φόβον ἔξω βάλλει ἡ τελεία ἀγάπη τῆς ψυχῆς τῆς κεκτημένης αὐτήν, μηκέτι τὴν κόλασιν φοβουμένην· τὸν δὲ δεύτερον ἑαυτῇ ἔχει ἀεί, ὡς εἴρηται, συνεζευγμένον. Καὶ τῷ μὲν πρώτῳ φόβῳ ἁρμόζει τό· Τῷ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ, καί· Ἀρχὴ σοφίας, φόβος Κυρίου. Τῷ δὲ δευτέρῳ τό· Ὁ