1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

20

ἀρετῆς ἐπιλανθάνονται πόνων, πρὸς δὲ τὴν τῶν λειπομένων θείων καὶ ἀκηράτων ἀγαθῶν νεάζουσι εὔτονον ἔφεσιν.

Τὸ δὲ ἅγιον Εὐαγγέλιον γενικῶς μὲν σύμβολόν ἐστι τῆς συντελείας τοῦ αἰῶνος τούτου, ἰδικῶς δὲ τῶν μὲν πιστευσάντων δηλοῖ τὸν παντελῆ τῆς ἀρχαίας πλάνης ἀφανισμόν, τῶν δὲ πρακτικῶν τὴν νέκρωσιν καὶ συντέλειαν τοῦ κατὰ σάρκα νόμου τε καὶ φρονήματος, τῶν δὲ γνωστικῶν τὴν πρὸς τὸν συνεκτικώτατον λόγον τῶν πολλῶν καὶ διαφόρων λόγων συναγωγήν 14__146 τε καὶ ἀναφοράν, συντελεσθείσης αὐτοῖς καὶ περατωθείσης τῆς διεξοδικωτέρας καὶ ποικιλοτέρας φυσικῆς θεωρίας.

Ἡ δὲ τοῦ ἀρχιερέως ἀπὸ τοῦ θρόνου κατάβασις καὶ ἡ τῶν κατηχουμένων ἐκβολὴ γενικῶς μὲν σημαίνει τὴν ἀπ᾽ οὐρανοῦ δευτέραν τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίαν καὶ τὸν ἀπὸ τῶν ἁγίων ἀφορισμὸν τῶν ἁμαρτωλῶν καὶ τὴν δικαίαν πρὸς τὴν ἑκάστου ἀξίαν ἀμοιβήν, ἰδικῶς δέ, τὴν τελείαν ἐν πίστει τῶν πιστευσάντων πληροφορίαν, ἣν ποιεῖ παραγινόμενος ἀοράτως ὁ Θεὸς καὶ Λόγος, δι᾽ ἧς πᾶς ἔτι καθ᾽ ὁτιοῦν σκάζων κατὰ τὴν πίστιν λογισμός, κατηχουμένου τρόπον, αὐτῶν ἀπελαύνεται· τῶν δὲ πρακτικῶν τὴν τελείαν ἀπάθειαν, δι᾽ ἧς πᾶς ἐμπαθὴς καὶ ἀφώτιστος λογισμὸς τῆς ψυχῆς ἀπογίνεται· τῶν δὲ γνωστικῶν τὴν συνεκτικὴν ἐπιστήμην τῶν ἐπεγνωσμένων, δι᾽ ἧς πᾶσαι τῶν ὑλικῶν αἱ εἰκόνες τῆς ψυχῆς ἐκδιώκονται.

Ἡ δὲ κλεῖσις τῶν θυρῶν, καὶ ἡ τῶν ἁγίων Μυστηρίων εἴσοδος καὶ ὁ θεῖος ἀσπασμὸς καὶ ἡ τοῦ Συμβόλου τῆς πίστεως ἐκφώνησις, γενικῶς μὲν δηλοῖ τὴν τῶν αἰσθητῶν πάροδον καὶ τὴν τῶν νοητῶν φανέρωσιν, καὶ τὴν καινὴν τοῦ περὶ ἡμᾶς θείου μυστηρίου διδαχήν, καὶ τὴν πρὸς πάντας πάντων ἑαυτούς τε καὶ τὸν Θεὸν γενησομένην ὁμονοίας καὶ ὁμογνωμοσύνης καὶ ἀνάγκης ταὐτότητα, καὶ τὴν ἐφ᾽ οἷς ἐσώθημεν τρόποις εὐχαριστίαν· ἰδικῶς δὲ τῶν μὲν πιστῶν τὴν ἀπὸ τῆς πλάνης πίστεως εἰς τὴν ἐν δόγμασι διδαχὴν καὶ μύησιν καὶ ὁμοφωνίαν καὶ εὐσέβειαν προκοπήν. Τὸ γὰρ πρῶτον ἡ τῶν θυρῶν δηλοῖ κλεῖσις, τὸ δεύτερον δὲ ἡ τῶν ἁγίων εἴσοδος, τὸ δὲ τρίτον ὁ ἀσπασμός, καὶ τὸ 14__148 τετάρτον ἡ ἐκφώνησις τοῦ Συμβόλου· τῶν δὲ πρακτικῶν, τὴν ἀπὸ πράξεως εἰς θεωρίαν μυσάντων τὰς αἰσθήσεις καὶ ἔξω σαρκὸς καὶ κόσμου γενομένων διὰ τῆς ἀποβολῆς τῶν κατ᾽ αὐτὰς ἐνεργειῶν μετάθεσιν, καὶ τὴν ἀπὸ τοῦ τρόπου τῶν ἐντολῶν εἰς τὸν λόγον αὐτῶν ἀνάβασιν, καὶ τὴν αὐτῶν τῶν ἐντολῶν κατὰ τοὺς οἰκείους λόγους συγγενῆ πρὸς τὰς δυνάμεις τῆς ψυχῆς οἰκειότητά τε καὶ ἕνωσιν, καὶ τὴν πρὸς θεολογικὴν εὐχαριστίαν ἐπιτήδειον ἕξιν· τῶν δὲ γνωστικῶν τὴν ἀπὸ τῆς φυσικῆς θεωρίας εἰς τὴν τῶν νοητῶν ἁπλῆν κατανόησιν, καθ᾽ ἣν οὐδαμῶς δι᾽ αἰσθήσεως ἤ τινος τῶν φαινομένων ἔτι τὸν θεῖον καὶ ἄρρητον μεταδιώκουσι λόγον, καὶ τὴν πρὸς τὴν ψυχὴν τῶν αὐτῆς δυνάμεων ἕνωσιν, καὶ τὴν κατὰ νοῦν ἑνοειδῶς συλλαμβάνουσαν τὸν τῆς προνοίας λόγον ἁπλότητα.

Ἡ δὲ τοῦ Τρισαγίου ἄπαυστος τῶν ἁγίων ἀγγέλων ἁγιαστικὴ δοξολογία γενικῶς μὲν σημαίνει τὴν ἅμα τε καὶ ἐν ταὐτῷ γενησομένην κατὰ τὸν αἰῶνα τὸν μέλλοντα τῶν οὐρανίων καὶ ἐπιγείων δυνάμεων ἴσην καὶ πολιτείαν καὶ ἀγωγὴν καὶ συμφωνίαν τῆς θείας δοξολογίας, ἀθανατισθέντος τοῖς ἀνθρώποις τοῦ σώματος διὰ τῆς ἀναστάσεως καὶ μηκέτι βαροῦντος τὴν ψυχὴν τῇ φθορᾷ καὶ βαρουμένου, ἀλλὰ διὰ τῆς εἰς ἀφθαρσίαν ἀλλαγῆς πρὸς ὑποδοχὴν παρουσίας Θεοῦ λαβόντος καὶ δύναμιν καὶ ἐπιτηδειότητα· ἰδικῶς δὲ τῶν μὲν πιστῶν τὴν πρὸς ἀγγέλους κατὰ τὴν πίστιν θεολογικὴν ἅμιλλαν, τῶν δὲ πρακτικῶν τὴν ἰσάγγελον, ὡς ἐφικτὸν ἀνθρώποις, κατὰ τὸν βίον λαμπρότητα καὶ τὴν εὐτονίαν τῆς θεολογικῆς