1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

14

περὶ αὐτοὺς πολλῆς εὐεργεσίας εὐγνωμόνως τὴν ὑπὲρ τῆς ἑαυτῶν σωτηρίας εὐχαριστήριον 14__108 ὁμολογίαν, ἣν τὸ θεῖον τῆς πίστεως αἰνίττεται Σύμβολον.

Εἶτα τοῖς ἀγγέλοις ἐναριθμίους αὐτοὺς καταστήσας διὰ τοῦ Τρισαγίου καὶ τὴν αὐτὴν ἐκείνοις ἐπιστήμην τῆς ἁγιαστικῆς θεολογίας αὐτοῖς χαρισάμενος τῷ Θεῷ καὶ Πατρὶ προσάγει, υἱοθετηθέντας τῷ Πνεύματι διὰ τῆς προσευχῆς, δι᾽ ἧς Πατέρα καλεῖν τὸν Θεὸν ἠξιώθησαν. Κἀντεῦθεν πάλιν ὥσπερ ἐπιστημόνως ἤδη τοὺς ἐν τοῖς οὖσι πάντας λόγους περάσαντας, πρὸς τὴν ἄγνωστον ἀγνώστως διὰ τοῦ "Εἷς ἅγιος" καὶ τῶν ἑξῆς ἄγει μονάδα, τῇ χάριτι ἑνωθέντας καὶ κατὰ μέθεξιν πρὸς αὐτὴν ὁμοιωθέντας τῇ κατὰ δύναμιν ἀδιαιρέτῳ ταυτότητι.

Ι∆. ΤΙΝΟΣ ΕΣΤΙ ΣΥΜΒΟΛΟΝ, ... Η ΘΕΙΑ ΤΟΥ ΑΓΙΟΥ ΕΥΑΓΓΕΛΙΟΥ ΑΝΑΓΝΩΣΙΣ 14__110 Ι∆. Τίνος ἐστὶ σύμβολον, κατὰ τὸ γενικῶς σημαινόμενον, ἡ θεία τοῦ ἁγίου

Εὐαγγελίου ἀνάγνωσις Γενικῶς δὲ τὴν τοῦ κόσμου τούτου συντέλειαν ὑποσημαίνουσαν. Μετὰ γὰρ

τὴν θείαν τοῦ ἁγίου Εὐαγγελίου ἀνάγνωσιν ὅ τε ἀρχιερεὺς κάτεισι τοῦ θρόνου, καὶ ἡ τῶν κατηχουμένων καὶ ἡ τῶν λοιπῶν τῶν ἀναξίων τῆς θείας τῶν δειχθησομένων μυστηρίων θεωρίας ἀπόλυσίς τε καὶ ἐκβολὴ διὰ τῶν λειτουργῶν γίγνεται, σημαίνουσα καὶ προτυποῦσα δι᾽ ἑαυτῆς τὴν ἀλήθειαν, ἧς εἰκὼν ὑπάρχει καὶ τύπος, καὶ οἷον ἐν τούτοις βοῶσα, ὅτι μετὰ «τὸ κηρυχθῆναι τὸ Εὐαγγέλιον», καθὼς γέγραπται, «τῆς βασιλείας ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσι, τότε ἥξει τὸ τέλος», παραγινομένου κατὰ τὴν δευτέραν αὐτοῦ παρουσίαν, ἐξ οὐρανῶν δηλαδή, «μετὰ δόξης πολλῆς τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· αὐτὸς γὰρ ὁ Κύριος ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ᾽ οὐρανοῦ», φησὶν ὁ θεῖος Ἀπόστολος· καὶ ποιοῦντος ἐκδίκησιν ἐν τοῖς ὑπεναντίοις καὶ ἀφορίζοντος διὰ τῶν ἁγίων ἀγγέλων τοὺς πιστοὺς ἀπὸ τῶν ἀπίστων, καὶ ἀπὸ δικαίων τοὺς ἀδίκους, καὶ [ἀπὸ] τῶν ἁγίων τοὺς ἐναγεῖς, καὶ ἁπλῶς, ἵνα συνελὼν εἴπω, [ἀπὸ] τῶν Πνεύματι Θεοῦ στοιχησάντων, τοὺς ὀπίσω σαρκὸς πορευθέντας, καὶ ἐπ᾽ αἰῶσι ἀπείροις τε καὶ ἀτελευτήτοις, ὡς ἡ τῶν θείων λογίων ἀλήθειά φησι, κατ᾽ ἀξίαν τῶν βεβιωμένων ἑκάστῳ δικαίαν ἀποδιδόντος τὴν ἀμοιβήν.

ΙΕ. ΤΙΝΟΣ ΣΥΜΒΟΛΟΝ ΕΣΤΙ Η ΚΛΕΙΣΙΣ ΤΩΝ ΘΥΡΩΝ... 14__112 ΙΕ. Τίνος σύμβολόν ἐστι ἡ κλεῖσις τῶν θυρῶν τῆς ἁγίας Ἐκκλησίας, ἡ μετὰ τὸ

ἅγιον Εὐαγγέλιον γιγνομένη Ἡ δὲ μετὰ τὴν ἱερὰν ἀνάγνωσιν τοῦ ἁγίου Εὐαγγελίου καὶ τὴν ἐκβολὴν τῶν

κατηχουμένων γινομένη κλεῖσις τῶν θυρῶν τῆς ἁγίας τοῦ Θεοῦ Ἐκκλησίας, τήν τε τῶν ὑλικῶν δηλοῖ πάροδον, καὶ τὴν γενησομένην μετὰ τὸν φοβερὸν ἐκεῖνον, ἀφορισμόν, καὶ τὴν φοβερωτέραν ψῆφον εἰς τὸν νοητὸν κόσμον, ἤτοι τὸν νυμφῶνα τοῦ Χριστοῦ, τῶν ἀξίων εἴσοδον, καὶ τὴν ἐν ταῖς αἰσθήσεσι τῆς κατὰ τὴν ἀπάτην ἐνεργείας τελείαν ἀποβολήν.

ΙS. ΤΙ ΣΗΜΑΙΝΕΙ Η ΤΩΝ ΑΓΙΩΝ ΜΥΣΤΗΡΙΩΝ ΕΙΣΟ∆ΟΣ 14__114 ΙS. Τί σημαίνει ἡ τῶν ἁγίων Μυστηρίων εἴσοδος Ἡ δὲ τῶν ἁγίων καὶ σεπτῶν Μυστηρίων εἴσοδος ἀρχὴ καὶ προοίμιόν ἐστινὡς

ὁ μέγας ἐκεῖνος ἔφασκε γέρων τῆς γενησομένης ἐν οὐρανοῖς καινῆς διδασκαλίας