1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

52

3.90 (ƒ') Ἐὰν μὲν σὺ μνησικακῆς τινι, προσεύχου ὑπὲρ αὐτοῦ καὶ ἱστᾷς τὸ πάθος τῆς κινήσεως, χωρίζων τὴν λύπην διὰ τῆς προσευχῆς ἐκ τῆς μνήμης τοῦ κακοῦ, οὗπέρ σοι ἐποίησεν· ἀγαπητικὸς δὲ γενόμενος καὶ φιλάνθρωπος, παντελῶς ἐκ τῆς ψυχῆς τὸ πάθος ἐξαφανίζεις. Ἐὰν δὲ ἄλλος σοι μνησικακῇ, χαριστικὸς γενοῦ πρὸς αὐτὸν καὶ ταπεινὸς καὶ καλῶς συναυλίζου καὶ ἀπαλλάττεις αὐτὸν τοῦ πάθους.

3.91 (ƒα') Τοῦ φθονοῦντος τὴν λύπην κόπῳ στήσεις· συμφορὰν γὰρ ἡγεῖται τὸ ἐν σοὶ φθονούμενον καὶ οὐ δυνατὸν ἄλλως στῆσαι, εἰ μή τι κρύψῃς αὐτόν. Εἰ δὲ πολλοὺς μὲν ὠφελεῖ, ἐκεῖνον δὲ λυπεῖ, ποίου μέρους περιφρονήσεις; Ἀναγκαῖον οὖν τῆς τῶν πολλῶν γενέσθαι ὠφελείας κἀκείνου δὲ κατὰ δύναμιν μὴ ἀμελεῖν μηδὲ τῇ τοῦ πάθους πονηρίᾳ συναπαχθῆναι, ὡς οὐχὶ τῷ πάθει, ἀλλὰ τῷ πάσχοντι ἀμυνόμενον· ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἡγεῖσθαι αὐτὸν ὑπερέχοντα σεαυτοῦ καὶ ἐν παντὶ καιρῷ καὶ τόπῳ καὶ πράγματι προτιμᾶν αὐτόν. Τὸν δὲ σὸν φθόνον δύνασαι στῆσαι, ἐὰν ἐν οἷς χαίρει ὁ ὑπό σου φθονούμενος συγχαίρῃς καὶ ἐν οἷς λυπεῖται καὶ αὐτὸς συλλυπῇ, πληρῶν τὸ τοῦ Ἀποστόλου, τό· Χαίρειν μετὰ χαιρόντων καὶ κλαίειν μετὰ κλαιόντων.

14__306 3.92 (ƒβ') Ὁ νοῦς ἡμῶν μέσος ἐστὶ δύο τινῶν, ἑκάστου τὰ ἴδια ἐνεργοῦντος· τοῦ μέν, ἀρετήν· τοῦ δέ, κακίαν· τουτέστιν ἀγγέλου καὶ δαίμονος. Ἐξουσίαν δὲ ἔχει ὁ νοῦς καὶ δύναμιν ᾧ θέλει εἴτε ἕπεσθαι εἴτε ἀντισθῆναι.

3.93 (ƒγ') Αἱ μὲν ἅγιαι δυνάμεις προτρέπονται ἡμᾶς ἐπὶ τὰ καλά· τὰ δὲ φυσικὰ σπέρματα καὶ ἡ ἀγαθὴ προαίρεσις βοηθοῦσιν ἡμῖν. Τὰς δὲ τῶν δαιμόνων προσβολὰς τὰ πάθη καὶ ἡ πονηρὰ προαίρεσις συνιστῶσι.

3.94 (ƒδ') Τὸν καθαρὸν νοῦν ποτε μὲν αὐτὸς ὁ Θεὸς αὐτῷ ἐπιβαίνων διδάσκει· ποτὲ δέ, αἱ ἅγιαι δυνάμεις τὰ καλὰ ὑποτιθέμεναι· ποτὲ δέ, ἡ φύσις τῶν πραγμάτων θεωρουμένη.

3.95 (ƒε') Χρὴ τὸν καταξιωθέντα γνώσεως νοῦν τά τε νοήματα τηρεῖν ἀπαθῆ τῶν πραγμάτων καὶ τὰ θεωρήματα ἀσφαλῆ καὶ τὴν τῆς προσευχῆς κατάστασιν ἀθόλωτον· οὐ δύναται δὲ ταύτην ἀεὶ τηρεῖν ἐκ τῶν τῆς σαρκὸς ἀναδόσεων, διὰ τῆς τῶν δαιμόνων ἐπιβουλῆς καπνιζόμενος.

3.96 (ƒστ') Οὐ δι᾽ ὅσα λυπούμεθα, διὰ ταῦτα καὶ ὀργιζόμεθα· πλεονάζει γὰρ τὰ τὴν λύπην ἐμποιοῦντα παρὰ τὰ τὴν ὀργήν. Οἷον ἐκλάσθη τόδε, ἀπώλετο τόδε, ἀπέθανεν ὁ δεῖνα· διὰ γὰρ τὰ τοιαῦτα λυπούμεθα μόνον· διὰ δὲ τὰ λοιπὰ καὶ λυπούμεθα καὶ ὀργιζόμεθα, ἀφιλοσόφως διακείμενοι.

3.97 (ƒζ') ∆εχόμενος ὁ νοῦς τὰ τῶν πραγμάτων νοήματα, πρὸς ἕκαστον νόημα μετασχηματίζεσθαι πέφυκε· θεωρῶν δὲ ταῦτα πνευματικῶς, πρὸς ἕκαστον θεώρημα ποικίλως μεταμορφοῦσθαι· ἐν δὲ Θεῷ γενόμενος, ἄμορφος πάντη καὶ ἀσχημάτιστος 14__308 γίνεται· τὸν γὰρ μονοειδὴ θεωρῶν, μονοειδὴς γίνεται καὶ ὅλος φωτοειδής.

3.98 (ƒη') Ψυχή ἐστι τελεία, ἧς ἡ παθητικὴ δύναμις νένευκεν ὁλοτελῶς πρὸς Θεόν.

3.99 (ƒθ') Νοῦς ἐστι τέλειος, ὁ διὰ πίστεως ἀληθοῦς τὸν ὑπεράγνωστον ὑπεραγνώστως ὑπερεγνωκὼς καὶ τῶν αὐτοῦ δημιουργημάτων τὰ καθόλου θεασάμενος καὶ τῆς ἐν αὐτοῖς προνοίας καὶ κρίσεως τὴν περιληπτικὴν γνῶσιν παρὰ Θεοῦ εἰληφώς· ὡς ἀνθρώποις δέ φημι.

3.100 (ρ') Τριχῶς τέμνεται ὁ χρόνος καὶ ἡ μὲν πίστις τοῖς τρισὶ συμπαρατείνεται τμήμασι· ἡ δὲ ἐλπίς, τῷ ἑνί· ἡ δὲ ἀγάπη, τοῖς δυσί. Καὶ ἡ μὲν πίστις καὶ ἐλπὶς μέχρι τινός, ἡ δὲ ἀγάπη εἰς ἀπείρους αἰῶνας τῷ ὑπεραπείρῳ ὑπερηνωμένη καὶ ἀεὶ ὑπεραύξουσα διαμένει· καὶ διὰ τοῦτο μείζων πάντων ἡ ἀγάπη.