1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

41

2.80 (π') Εἰ θέλεις εὑρεῖν τὴν ὁδὸν τὴν ἀπάγουσαν εἰς τὴν ζωήν, ἐν τῇ ὁδῷ αὐτὴν ζήτει, κἀκεῖ αὐτὴν εὑρίσκεις, τῇ εἰπούσῃ· Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή. Πλὴν σφόδρα ἐμπόνως ζήτει, διότι ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν, καὶ μήπως τῶν ὀλίγων ἀπολειφθείς, μετὰ τῶν πολλῶν εὑρεθήσῃ.

2.81 (πα') ∆ιὰ τὰ πέντε ταῦτα ἡ ψυχὴ ἀπὸ ἁμαρτιῶν ἀνακόπτεται· ἢ διὰ τὸν φόβον τῶν ἀνθρώπων ἢ διὰ τὸν φόβον τῆς κρίσεως ἢ διὰ τὴν μέλλουσαν μισθαποδοσίαν ἢ διὰ τὴν ἀγάπην τοῦ Θεοῦ ἢ τελευταῖον διὰ τὴν συνείδησιν τύπτουσαν.

2.82 (πβ') Τινές φασιν ὅτι οὐκ ἂν ἦν τὸ κακὸν ἐν τοῖς οὖσιν, εἰ μήτι δ᾽ ἂν ἑτέρα τις ἦν δύναμις, ἡ ἀνθέλκουσα ἡμᾶς ἐπ᾽ αὐτό· αὕτη δέ ἐστιν οὐδὲ ἕτερον ἢ ἡ τῶν κατὰ φύσιν τοῦ νοῦ ἐνεργειῶν ἀμέλεια. ∆ιόπερ οἱ τούτων τὴν ἐπιμέλειαν ποιούμενοι, τὰ μὲν καλὰ ἀεὶ ποιοῦσι, τὰ δὲ κακὰ οὐδέποτε. Εἰ οὖν θέλεις καὶ σύ, ἄπωσαι τὴν ἀμέλειαν καὶ συναπελαύνεις τὴν κακίαν, ἥτις ἐστὶν ἡ ἐσφαλμένη χρῆσις τῶν νοημάτων, ᾗ ἐπακολουθεῖ ἡ παράχρησις τῶν πραγμάτων.

2.83 (πγ') Κατὰ φύσιν τοῦ ἐν ἡμῖν λογικοῦ μέρους τό τε ὑποταγῆναι τῷ θείῳ λόγῳ καὶ τὸ ἄρχειν τοῦ ἐν ἡμῖν ἀλόγου μέρους· 14__252 αὕτη οὖν ἡ τάξις ἐν πᾶσι φυλαχθήτω καὶ οὔτε τὸ κακὸν ἔσται ἐν τοῖς οὔσιν οὔτε τὸ ἐπ᾽ αὐτὸ ἀνθέλκον εὑρεθήσεται.

2.84 (πδ') Οἱ μὲν τῶν λογισμῶν ἁπλοῖ εἰσιν, οἱ δὲ σύνθετοι. Καὶ ἁπλοῖ μέν εἰσιν οἱ ἀπαθεῖς· σύνθετοι δὲ οἱ ἐμπαθεῖς, ὡς ἐκ πάθους καὶ νοήματος συγκείμενοι. Τούτων οὕτως ἐχόντων, πολλοὺς τῶν ἁπλῶν ἐστιν ἰδεῖν ἑπομένους τοῖς συνθέτοις, ὅταν ἄρξωνται κινεῖσθαι πρὸς τὸ κατὰ διάνοιαν ἁμαρτάνειν. Οἷον ὡς ἐπὶ τοῦ χρυσίου· ἀνέβη ἐπὶ τὴν μνήμην τινὸς λογισμὸς περὶ χρυσίου ἐμπαθὴς καὶ ὥρμησε τῇ διανοίᾳ ἐπὶ τὸ κλέπτειν καὶ ἀπετέλεσε κατὰ νοῦν τὴν ἁμαρτίαν. Συνείποντο δὲ τῇ μνήμῃ τοῦ χρυσίου καὶ ἡ μνήμη τοῦ βαλλαντίου καὶ τοῦ σκευαρίου καὶ τοῦ κουβουκλείου καὶ τῶν ἑξῆς. Καὶ ἡ μὲν μνήμη τοῦ χρυσίου ἦν σύνθετος· εἶχε γὰρ τὸ πάθος· ἡ δὲ τοῦ βαλλαντίου καὶ τοῦ σκευαρίου καὶ τῶν ἑξῆς, ἁπλῆ· οὐ γὰρ εἶχε πρὸς αὐτὰ πάθος ὁ νοῦς· καὶ ἐπὶ παντὸς δὲ λογισμοῦ ὁμοίως ἔχει, ἐπί τε κενοδοξίας καὶ γυναικὸς καὶ τῶν λοιπῶν. Οὐ γὰρ πάντες οἱ συνεπόμενοι τῷ ἐμπαθεῖ λογισμοὶ καὶ ἐμπαθεῖς εἰσιν, ὡς ἀπέδειξεν ὁ λόγος· ἐκ τούτων οὖν δυνάμεθα γνῶναι ποῖα τὰ ἐμπαθῆ νοήματα καὶ ποῖα τὰ ἁπλᾶ.

2.85 (πε') Τινὲς μέν φασιν ὅτι τῶν μορίων τοῦ σώματος καθαπτόμενοι οἱ δαίμονες κατὰ τοὺς ὕπνους κινοῦσι τὸ πάθος τῆς πορνείας· εἶτα τὸ πάθος κινούμενον ἀναφέρει τὴν μορφὴν τῆς γυναικὸς διὰ τῆς μνήμης ἐπὶ τὸν νοῦν. Τινὲς δέ, ὅτι τῷ μὲν νῷ ἐν σχήματι γυναικὸς παραφαίνονται· τῶν δὲ μορίων τοῦ σώματος καθαπτόμενοι, τὴν ὄρεξιν κινοῦσι καὶ οὕτω γίνονται αἱ φαντασίαι. Ἕτεροι δὲ πάλιν, ὅτι τὸ πάθος τὸ ἐπικρατοῦν ἐν τῷ πλησιάζοντι δαίμονι κινεῖ τὸ πάθος καὶ οὕτως ἀνάπτεται πρὸς λογισμοὺς ἡ ψυχή, ἀναφέρουσα τὰς μορφὰς διὰ τῆς μνήμης· καὶ 14__254 ἐπὶ τῶν ἄλλων δὲ ἐμπαθῶν φαντασιῶν ὁμοίως οἱ μὲν οὕτως, οἱ δὲ οὕτως συμβαίνειν φασί. Πλὴν ἐν οὐδενὶ τῶν εἰρημένων τρόπων ἰσχύουσι πάθος τὸ οἱονδήποτε κινῆσαι οἱ δαίμονες, παρούσης τῇ ψυχῇ ἀγάπης καὶ ἐγκρατείας, οὔτε ἐγρηγορότος τοῦ σώματος οὔτε κατὰ τοὺς ὕπνους.

2.86 (πστ') Τὰ μὲν τῶν τοῦ νόμου ἐντολῶν καὶ σωματικῶς καὶ πνευματικῶς ἀνάγκη φυλάττειν, τὰ δὲ πνευματικῶς μόνον. Οἷον τὸ οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐ κλέψεις καὶ τὰ ὅμοια, καὶ σωματικῶς καὶ πνευματικῶς χρὴ φυλάττειν· καὶ πνευματικῶς δὲ τρισσῶς. Τὸ δὲ περιτέμνεσθαι καὶ φυλάττειν τὸ Σάββατον καὶ σφάξαι τὸν ἀμνὸν καὶ ἔδεσθαι ἄζυμα ἐπὶ πικρίδων καὶ τὰ ὅμοια, πνευματικῶς μόνον.