1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

5

Θεός, τὸ περὶ αὐτὰς διάφορον, ὡς δέδεικται, τῇ πρὸς ἑαυτὸν ὡς αἰτίαν καὶ ἀρχὴν καὶ τέλος ἀναφορᾷ τε καὶ ἑνώσει παραμυθούμενός τε καὶ ταυτο ποιούμενος.

Β. ΠΕΡΙ ΤΟΥ ΠΩΣ ΚΑΙ ΤΙΝΑ ΤΡΟΠΟΝ ΕΙΚΩΝ ΕΣΤΙ ΤΟΥ ΕΞ ΟΡΑΤΩΝ ΚΑΙ

ΑΟΡΑΤΩΝ ΟΥΣΙΩΝ ... 14__058 Β. Περὶ τοῦ πῶς καὶ τίνα τρόπον εἰκών ἐστι τοῦ ἐξ ὁρατῶν καὶ ἀοράτων

οὐσιῶν ὑφεστῶτος κόσμου ἡ ἁγία τοῦ Θεοῦ Ἐκκλησία Κατὰ δευτέραν δὲ θεωρίας ἐπιβολήν, τοῦ σύμπαντος κόσμου τοῦ ἐξ ὁρατῶν καὶ

ἀοράτων οὐσιῶν ὑφεστῶτος εἶναι τύπον καὶ εἰκόνα τὴν ἁγίαν τοῦ Θεοῦ Ἐκκλησίαν ἔφασκεν, ὡς τὴν αὐτὴν αὐτῷ καὶ ἕνωσιν καὶ διάκρισιν ἐπιδεχομένην.

Ὥσπερ γὰρ αὕτη κατὰ τὴν οἰκοδομὴν εἶς οἶκος ὑπάρχουσα τὴν κατὰ τὴν θέσιν τοῦ σχήματος ποιᾷ ἰδιότητι δέξεται διαφοράν, διαιρουμένη εἴς τε τὸν μόνοις ἱερεῦσί τε καὶ λειτουργοῖς ἀπόκληρον τόπον, ὃν καλοῦμεν ἱερατεῖον, καὶ τὸν πᾶσι τοῖς πιστοῖς λαοῖς πρὸς ἐπίβασιν ἄνετον, ὃν καλοῦμεν ναόν, πάλιν μία ἐστὶ κατὰ τὴν ὑπόστασιν, οὐ συνδιαιρουμένη τοῖς ἑαυτῆς μέρεσι, διὰ τὴν ἑαυτῶν πρὸς ἄλληλα τῶν μερῶν διαφοράν, ἀλλὰ καὶ αὐτὰ τῇ πρὸς τὸ ἓν ἑαυτῆς ἀναφορᾷ τὰ μέρη, τῆς ἐν τῇ κλήσει διαφορᾶς ἀπολύουσα καὶ ταὐτὸν ἀλλήλοις ἄμφω δεικνύουσα καὶ θάτερον θατέρῳ κατ᾽ ἐπαλλαγὴν ὑπάρχον ὅπερ ἑκάτερον ἑαυτῷ καθέστηκεν ὂν ἀποφαίνουσα, ἱερατεῖον μὲν τὸν ναὸν κατὰ τὴν 14__060 δύναμιν, τῇ πρὸς τὸ πέρας ἀναφορᾷ τῆς μυσταγωγίας ἱερουργούμενον, καὶ ἔμπαλιν ναὸν τὸ ἱερατεῖον κατὰ τὴν ἐνέργειαν τῆς ἰδίας αὐτὸν ἔχον μυσταγωγίας ἀρχήν, μία δι᾽ ἀμφοῖν καὶ ἡ αὐτὴ διαμένει.

Οὕτω καὶ ὁ ἐκ Θεοῦ κατὰ γένεσιν παρηγμένος σύμπας τῶν ὄντων κόσμος, διαιρούμενος εἴς τε τὸν νοητὸν κόσμον, τὸν ἐκ νοερῶν καὶ ἀσωμάτων οὐσιῶν συμπληρούμενον, καὶ τὸν αἰσθητὸν τοῦτον καὶ σωματικὸν καὶ ἐκ πολλῶν μεγαλοφυῶς συνυφασμένον εἰδῶν τε καὶ φύσεων, ἄλλη πως ὑπάρχων ἀχειροποίητος Ἐκκλησία διὰ ταύτης τῆς χειροποιήτου σοφῶς ὑποφαίνεται, καὶ ἱερατεῖον μὲν ὥσπερ ἔχων τὸν ἄνω κόσμον καὶ ταῖς ἄνω προσνενεμημένον δυνάμεσι, ναὸν δέ, τὸν κάτω καὶ τοῖς δι᾽ αἰσθήσεως ζῇν λαχοῦσι προσκεχωρημένον.

Πάλιν εἷς ἐστι κόσμος τοῖς ἑαυτοῦ μὴ συνδιαιρούμενος μέρεσι· τοὐναντίον δὲ καὶ αὐτῶν τῶν μερῶν τὴν ἐξ ἰδιότητος φυσικῆς διαφοράν, τῇ πρὸς τὸ ἓν ἑαυτοῦ καὶ ἀδιαίρετον ἀναφορᾷ περιγράφων, καὶ ταὐτὸν ἑαυτόν τε καὶ ἀλλήλοις ἀσυγχύτως ἐναλλὰξ ὄντας, καὶ θατέρῳ θάτερον ὅλον ὅλῳ δεικνὺς ἐμβεβηκότα, καὶ ἄμφω ὅλον αὐτὸν ὡς μέρη ἕνα συμπληροῦντας, καὶ κατ᾽ αὐτὸν ὡς ὅλον μέρη ἑνοειδῶς τε καὶ ὁλικῶς συμπληρουμένους. Ὅλος γὰρ ὁ νοητὸς κόσμος ὅλῳ τῷ αἰσθητῷ μυστικῶς τοῖς συμβολικοῖς εἴδεσι τυπούμενος φαίνεται τοῖς ὁρᾷν δυναμένοις· 14__062 καὶ ὅλος ὅλῳ τῷ νοητῷ ὁ αἰσθητὸς γνωστικῶς κατὰ νοῦν τοῖς λόγοις ἁπλούμενος ἐνυπάρχων ἐστίν. Ἐν ἐκείνῳ γὰρ οὗτος τοῖς λόγοις ἐστί, κἀκεῖνος ἐν τούτῳ τοῖς τύποις· καὶ τὸ ἔργον αὐτῶν ἕν, καθὼς ἂν εἴη τροχὸς ἐν τῷ τροχῷ, φησὶν ὁ θαυμαστὸς τῶν μεγάλων θεατὴς Ἰεζεκιήλ, περὶ τῶν δύο κόσμων, οἶμαι, λέγων. Καὶ πάλιν· "τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται», φησὶν ὁ θεῖος Ἀπόστολος. Καὶ εἰ καθορᾶται διὰ τῶν φαινομένων τὰ μὴ φαινόμενα, καθὼς γέγραπται, πολλῷ δὴ καὶ διὰ τῶν μὴ φαινομένων τοῖς θεωρίᾳ πνευματικῇ προσανέχουσι τὰ φαινόμενα νοηθήσεται. Τῶν γὰρ νοητῶν ἡ διὰ τῶν ὁρατῶν συμβολικὴ θεωρία, τῶν ὁρομένων ἐστὶ διὰ τῶν ἀοράτων πνευματικὴ ἐπιστήμη καὶ νόησις. ∆εῖ γὰρ τὰ ἀλλήλων ὄντα δηλωτικὰ πάντως ἀληθεῖς καὶ ἀριδήλους τὰς ἀλλήλων ἔχειν ἐμφάσεις καὶ τὴν ἐπ᾽ αὐταῖς σχέσιν ἀλώβητον.