1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

77

ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος». ∆ιεγείρωμεν ἀλλήλους εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἔργων.

Μὴ φθονήσωμεν ἀλλήλοις, μηδὲ φθονούμενοι ἀγριωθῶμεν· συμπαθήσωμεν δὲ μᾶλλον ἀλλήλοις, καὶ διὰ ταπεινοφροσύνης ἀλλήλους ἰασώμεθα. Μὴ καταλαλῶμεν ἀλλήλων, μηδὲ σκώψωμεν ἀλλήλους, "ὅτι ἐσμὲν ἀλλήλων μέλη». Ἀποβάλλωμεν ἀφ᾽ ἡμῶν τὴν ἀμέλειαν καὶ τὴν ῥᾳθυμίαν· καὶ στῶμεν ἀνδρείως κατὰ τῶν πνευμάτων τῆς πονηρίας ἀγωνιζόμενοι· καὶ "ἔχομεν παράκλητον Ἰησοῦν Χριστὸν δίκαιον πρὸς τὸν Πατέρα· καὶ αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν»· καὶ δεηθῶμεν αὐτοῦ ἐν καθαρᾷ καρδίᾳ, ἐξ ὅλης ψυχῆς ἡμῶν, καὶ ἀφίησιν ἡμῖν τὰς ἁμαρτίας ἡμῶν. Ὅτι "ἐγγὺς Κύριος (14__434> πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ». ∆ιὸ λέγει· "Θῦσον τῷ Θεῷ θυσίαν αἰνήσεως, καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐχάς σου. Καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου· καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με».

Καὶ ὁ Ἡσαΐας δὲ πάλιν· "Λύε πάντα σύνδεσμον ἀδικίας, διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων, ἀπόστελλε τεθραυσμένους ἐν ἀφέσει καὶ πᾶσαν συγγραφὴν ἄδικον διάσπα. ∆ιάθρυπτε πεινῶντι τὸν ἄρτον σου, καὶ πτωχοὺς ἀστέγους εἰσάγαγε εἰς τὸν οἶκόν σου. Ἐὰν ἴδῃς γυμνόν, περίβαλε· καὶ ἀπὸ τῶν οἰκείων τοῦ σπέρματός σου οὐ παρόψει. Τότε ῥαγήσεται πρώϊμον τὸ φῶς σου, καὶ τὰ ἰάματά σου ταχὺ ἀνατελεῖ. Καὶ προπορεύσεται ἔμπροσθέν σου ἡ δικαιοσύνη σου· καὶ δόξα Κυρίου περιστελεῖ σε». Καὶ τί τὸ ἐπὶ τούτοις; "Τότε βοήσῃ, καὶ ὁ Θεὸς εἰσακούσεταί σου· ἔτι λαλοῦντός σου, ἐρεῖ· "Ἰδοὺ πάρειμι». Τότε ἀνατελεῖ ἐν τῷ σκότει τὸ φῶς σου, καὶ τὸ σκότος σου ὡς μεσημβρία. Καὶ ἔσται Θεὸς μετὰ σοῦ διαπαντός· καὶ ἐμπλησθήσῃ καθὰ ἐπιθυμεῖ ἡ ψυχή σου». Ὁρᾷς ὅτι ἐν τῷ λύειν πάντα σύνδεσμον ἀδικίας ἐκ τῆς καρδίας ἡμῶν, καὶ διαλύειν πᾶσαν στραγγαλιὰν βιαίων συναλλαγμάτων μνησικακίας, καὶ σπεύδειν εὐεργετεῖν τὸν πλησίον ἐξ ὅλης ψυχῆς, τῷ φωτὶ τῆς γνώσεως περιλαμπόμεθα, καὶ τῶν παθῶν τῆς ἀτιμίας ἐλευθερούμεθα, καὶ πάσης ἀρετῆς πληρούμεθα, καὶ ὑπὸ τῆς δόξης τοῦ Θεοῦ καταλαμπόμεθα, (14__436> καὶ πάσης ἀγνοίας ἐλευθερούμεθα· καὶ προσευχόμενοι τὰ Χριστοῦ εἰσακουόμεθα, καὶ τὸν Θεὸν μεθ᾽ ἡμῶν ἕξομεν διαπαντός, καὶ τῆς κατὰ Θεὸν ἐπιθυμίας πληρούμεθα.

42 (μβ'). Ἀγαπήσωμεν οὖν ἀλλήλους, [ἵνα] καὶ ἀγαπώμεθα ὑπὸ Θεοῦ. Μακροθυμήσωμεν ἐπ᾽ ἀλλήλοις, καὶ μακροθυμεῖ ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν. Μὴ ἀποδῶμεν "κακὸν ἀντὶ κακοῦ», καὶ οὐκ ἀπολαμβάνομεν κατὰ τὰς ἁμαρτίας ἡμῶν. Τὴν γὰρ συγχώρησιν τῶν παραπτωμάτων ἡμῶν ἐν τῇ συγχωρήσει τῶν ἀδελφῶν εὑρίσκομεν. Καὶ τὸ ἔλεος τοῦ Θεοῦ ἐν τῇ ἐλεημοσύνῃ τοῦ πλησίον ἐγκέκρυπται. ∆ιὰ τοῦτο ὁ Κύριος ἔλεγεν· "ἄφετε, καὶ ἀφεθήσεται ὑμῖν. Καὶ ἐὰν ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ἀφήσει ὑμῖν τὰ παραπτώματα ὑμῶν». Καὶ πάλιν· "Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται». Καί· "Ὧι μέτρῳ μετρεῖτε, ἀντιμετρήσεται ὑμῖν». Ἰδοὺ ἐχαρίσατο ἡμῖν ὁ Κύριος τρόπον σωτηρίας, καὶ ἔδωκεν ἡμῖν "ἐξουσίαν" αἰώνιον "τοῦ γενέσθαι τέκνα Θεοῦ»· καὶ ἐν τῷ θελήματι ἡμῶν ἐστι λοιπὸν ἡ σωτηρία ἡμῶν.

43 (μγ'). ∆ῶμεν οὖν ἑαυτοὺς τῷ Κυρίῳ ἐξ ὁλοκλήρου, ἵνα ὁλόκληρον αὐτὸν ἀντιλάβωμεν. Γενώμεθα θεοὶ δι᾽ αὐτόν· διὰ γὰρ τοῦτο ἄνθρωπος γέγονε, φύσει ὢν Θεὸς καὶ ∆εσπότης. Ὑπακούσωμεν αὐτῷ καὶ αὐτὸς ἀκαμάτως ἀμύνεται τοὺς ἐχθροὺς ἡμῶν· "Εἰ ὁ λαός μου ἤκουσέ μου», φησίν, "Ἰσραὴλ ταῖς ὁδοῖς μου εἰ ἐπορεύθη· ἐν τῷ μηδενὶ ἂν τοὺς ἐχθροὺς αὐτῶν ἐταπείνωσα, καὶ ἐπὶ τοὺς θλίβοντας αὐτοὺς ἐπέβαλον ἂν τὴν (14__438> χεῖρά μου». Πᾶσαν τὴν ἐλπίδα ἡμῶν ἐπ᾽ αὐτὸν μόνον θήσωμεν. Καὶ πᾶσαν τὴν μέριμναν ἡμῶν ἐπ᾽ αὐτὸν μόνον ῥίψωμεν, καὶ ἐκ πάσης θλίψεως αὐτὸς ἡμᾶς ῥύσεται, καὶ πάντα τὸν βίον αὐτὸς ἡμᾶς διατρέψει. Πάντα μὲν ἄνθρωπον ἐκ ψυχῆς ἀγαπήσωμεν· ἐπὶ μηδενὶ δὲ ἀνθρώπων τὴν ἐλπίδα θήσωμεν· ὅτι