1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

24

Ὧι ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας. Ἀμήν.

ΚΕΦΑΛΑΙΑ ΠΕΡΙ ΑΓΑΠΗΣ* 14__168 ΠΡΟΛΟΓΟΣ ΠΡΟΣ ΕΛΠΙ∆ΙΟΝ Ἰδοὺ πρὸς τῷ περὶ ἀσκητικοῦ βίου λόγῳ καὶ τὸν περὶ ἀγάπης λόγον πέπομφα

τῇ σῇ ὁσιότητι, πάτερ Ἐλπίδιε, ἐν ἰσαρίθμοις κεφαλαίων τῶν τεσσάρων εὐαγγελίων ἑκατοντάδων· οὐδὲν μὲν ἴσως ἄξιον τῆς σῆς προσδοκίας, τῆς δέ γε ἡμετέρας δυνάμεως οὐκ ἔλαττον. Πλὴν γινωσκέτω ἡ σὴ ἁγιωσύνη ὅτι οὐδὲ ταῦτα τῆς ἡμῆς εἰσὶ γεώργια διανοίας· ἀλλὰ τοὺς τῶν ἁγίων πατέρων διελθὼν λόγους κἀκεῖθεν τὸν εἰς τὴν ὑπόθεσιν συντείνοντα νοῦν ἀναλεξάμενος καὶ ἐν ὀλίγοις πολλὰ κεφαλαιωδέστερον συναγαγών, ἵνα εὐσύνοπτα γένωνται διὰ τὸ εὐμνημόνευτον, ἀπέστειλα τῇ σῇ ὁσιότητι, παρακαλῶν εὐγνωμόνως ἀναγινώσκειν καὶ μόνην θηρεύειν τὴν ἐν αὐτοῖς ὠφέλειαν· τὸ δὲ ἀκαλλὲς τῶν λέξεων παραβλέπειν καὶ εὔχεσθαι ὑπὲρ τῆς ἐμῆς μετριότητος, πάσης πνευματικῆς ὠφελείας ἐρήμου.

Παρακαλῶ δὲ καὶ τοῦτο, μὴ εἰς ὄχλησιν ἡγεῖσθαι τὰ εἰρημένα. Ἐπιταγὴν γὰρ πεπλήρωκα· λέγω δὲ τοῦτο, ἐπειδὴ οἱ λόγοις ἐνοχλοῦντες πολλοί ἐσμεν σήμερον· οἱ δὲ ἔργοις παιδεύοντες ἢ παιδευόμενοι πάνυ εἰσὶν ὀλίγοι. Ἀλλὰ μᾶλλον ἐμπόνως προσέχειν ἑκάστῳ τῶν κεφαλαίων. Οὐ πάντα γὰρ πᾶσιν, 14__170 ὡς οἶμαι, εἰσὶν εὔληπτα· ἀλλὰ καὶ πολλῆς τὰ πολλὰ τοῖς πολλοῖς δεόμενα τῆς συνεξετάσεως, εἰ καὶ δοκεῖ ἁπλούστερον εἰρῆσθαι. Ἴσως γὰρ ἄν τι φανείη χρήσιμον τῇ ψυχῇ ἐξ αὐτῶν ἀνακαλυπτόμενον. Ἀναφανήσεται δὲ πάντως Θεοῦ χάριτι τῷ ἀπεριέργοις ἐννοίαις καὶ μετὰ φόβου Θεοῦ καὶ ἀγάπης ἀναγινώσκοντι. Τῷ δὲ μὴ ὡφελείας χάριν πνευματικῆς ἐντυγχάνοντι ἢ τούτῳ τῷ πονήματι ἢ καὶ ἄλλῳ οἱῳδήποτε, ἀλλὰ τοῦ λέξεις θηρεύειν πρὸς τὸ κακίζειν τὸν συγγραψάμενον, ἵνα ἑαυτὸν ἐκείνου δῆθεν, ὡς οἰήσει, σοφώτερον παραστήσῃ, οὐδὲν ὠφέλιμον οὐδαμόθεν οὐδέποτε ἀναφανήσεται.

14__172 ΕΚΑΤΟΝΤΑΣ ΠΡΩΤΗ 1.1 (α') Ἀγάπη μέν ἐστι διάθεσις ψυχῆς ἀγαθή, καθ᾽ ἣν οὐδὲν τῶν ὄντων τῆς

τοῦ Θεοῦ γνώσεως προτιμᾷ· ἀδύνατον δὲ εἰς ἕξιν ἐλθεῖν ταύτης τῆς ἀγάπης, τὸν πρός τι τῶν ἐπιγείων ἔχοντα προσπάθειαν.

1.2 (β') Ἀγάπην μὲν τίκτει ἀπάθεια· ἀπάθειαν δέ, ἡ εἰς Θεὸν ἐλπίς· τὴν δὲ ἐλπίδα, ὑπομονὴ καὶ μακροθυμία· ταύτας δέ, ἡ περιεκτικὴ ἐγκράτεια· ἐγκράτειαν δέ, ὁ τοῦ Θεοῦ φόβος· τὸν δὲ φόβον, ἡ εἰς τὸν Κύριον πίστις.

1.3 (γ') Ὁ πιστεύων τῷ Κυρίῳ φοβεῖται τὴν κόλασιν· ὁ δὲ φοβούμενος τὴν κόλασιν ἐγκρατεύεται ἀπὸ τῶν παθῶν· ὁ δὲ ἐγκρατευόμενος ἀπὸ τῶν παθῶν