1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

64

εὐαρεστήσωμεν· ἀλλ᾽ ἡμεῖς ἀσθενεῖς ὄντες, καὶ ὑλικοὶ τὴν διάνοιαν, προετιμήσαμεν τὰ ὑλικὰ τῆς ἐντολῆς τῆς ἀγάπης, καὶ αὐτῶν ἀντεχόμενοι τοῖς ἀνθρώποις μαχόμεθα· δέον πάντων τῶν ὁρωμένων, καὶ αὐτοῦ τοῦ σώματος, τὴν παντὸς ἀνθρώπου προτιμῆσαι ἀγάπην· (14__366> ἥτις ἐστὶν γνώρισμα τῆς εἰς Θεὸν ἀγάπης, καθὼς αὐτὸς ὁ Κύριος ἐν Εὐαγγελίοις δείκνυσιν· "Ὁ ἀγαπῶν ἐμέ, φησί, τὰς ἐντολάς μου τηρήσει». Καὶ τίς ἐστιν ἡ ἐντολὴ ἣν τηρήσαντες αὐτὸν ἀγαπήσωμεν, αὐτοῦ ἄκουσον λέγοντος· "Αὕτη δέ ἐστιν ἡ ἐντολὴ ἡ ἐμή, ἵνα ἀγαπᾶτε ἀλλήλους». Ὁρᾷς ὅτι ἡ ἀλλήλων ἀγάπη τὴν εἰς Θεὸν ἀγάπην συνίστησιν, ἥτις ἐστὶ πλήρωμα πάσης Θεοῦ ἐντολῆς; ∆ιὰ τοῦτο οὖν κελεύει αὐτῶν μὴ ἀντέχεσθαι, ἀλλὰ καὶ ἀποτάξασθαι πᾶσι τοῖς ὑπάρχουσιν αὐτῷ, πάντα τὸν αὐτῷ μαθητεύειν ἐπιθυμητικῶς ἔχοντα».

8 (η'). Καὶ ὁ Ἀδελφὸς εἶπεν· "Ἐπειδὴ εἶπες, Πάτερ, ὅτι δέον πάντων τῶν ὁρωμένων, καὶ αὐτοῦ τοῦ

σώματος, τὴν παντὸς ἀνθρώπου προτιμῆσαι ἀγάπην, πῶς δύναμαι τὸν μισοῦντά με καὶ ἀποστρεφόμενον ἀγαπῆσαι; Εἰ δὲ καὶ φθονεῖ μοι καὶ λοιδορίαις κατατοξεύει, καὶ δόλους κατασχευάζει καὶ ἐπιβουλεύειν ἐπιχειρεῖ, πῶς δύναμαι αὐτὸν ἀγαπῆσαι; Φύσει μοι, Πάτερ, φαίνεται τοῦτο ἀδύνατον, τοῦ πάθους τῆς λύπης φυσικῶς τὸν λυπήσαντα ἀποστρέφεσθαι ἀναγκάζοντος».

Καὶ ἀπεκρίθη ὁ Γέρων· "Ἐπὶ μὲν ἑρπετῶν καὶ θηρίων τῶν ὑπὸ φύσεως ἀγομένων, τῷ ὄντι ἀδύνατον

μὴ πάντως ἀμύνασθαι ὅσον δύναται τὸ καταπονοῦν· ἐπὶ δὲ τῶν κατ᾽ εἰκόνα Θεοῦ κτισθέντων καὶ λόγῳ ἀγομένων, καὶ γνώσεως Θεοῦ καταξιωθέντων καὶ νόμον παρ᾽ αὐτοῦ δεξαμένων, δυνατὸν τοὺς λυποῦντας (14__368> μὴ ἀποστρέφεσθαι καὶ τοὺς μισοῦντας ἀγαπᾶν. ∆ιὸ καὶ ὁ Κύριος, "Ἀγαπᾶτε», λέγων, "τοὺς ἐχθροὺς ὑμῶν· καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς" καὶ τὰ ἑξῆς, οὐχ ὡς ἀδύνατα ἐντέλλεται, ἀλλὰ ὡς δυνατὰ δηλονότι· ἐπεὶ οὐκ ἂν ἐκόλασε τὸν παραβαίνοντα. ∆ηλοῖ δὲ αὐτὸς ὁ Κύριος αὐτοῖς τοῖς ἔργοις ἡμῖν δείξας, καὶ οἱ μαθηταὶ αὐτοῦ πάντες ὑπὲρ τῆς εἰς τὸν πλησίον ἀγάπης μέχρι θανάτου ἀγωνισάμενοι, καὶ ὑπὲρ τῶν ἀποκτεινάντων θερμῶς προσευξάμενοι. Ἀλλ᾽ ἐπειδὴ ἡμεῖς ἐσμεν φιλόϋλοι καὶ φιλήδονοι, καὶ ταῦτα τῆς ἐντολῆς μᾶλλον προτιμῶντες, διὰ τοῦτο τοὺς μισοῦντας ἀγαπῆσαι οὐ δυνάμεθα· ἀλλὰ καὶ τοὺς ἀγαπῶντας διὰ ταῦτα πολλάκις ἀποστρεφόμεθα, θηρίων καὶ ἑρπετῶν χεῖρον διακείμενοι· καὶ διὰ τοῦτο τοῖς ἴχνεσι τοῦ Θεοῦ ἀκολουθῆσαι μὴ δυνάμενοι, οὐδὲ τὸν σκοπὸν αὐτοῦ γνῶναι δυνάμεθα, ἵνα λάβωμεν δύναμιν».

9 (θ'). Καὶ ὁ Ἀδελφὸς εἶπεν· "Ἰδού, Πάτερ, κατέλιπον πάντα, συγγένειαν, ὕπαρξιν, τρυφήν, καὶ τὴν δόξαν

τοῦ κόσμου, καὶ οὐδὲν κέκτημαι ἐν τῷ βίῳ πλὴν τοῦ σώματος· καὶ τὸν ἀδελφὸν μισοῦντά με καὶ ἀποστρεφόμενον ἀγαπῆσαι οὐ δύναμαι, εἰ καὶ βιάζομαι κακὸν ἀντὶ κακοῦ κατ᾽ ἐνέργειαν μὴ ἀνταποδοῦναι. Εἰπὲ οὖν τί ὀφείλω ποιῆσαι, ἵνα δυνηθῶ αὐτὸν ἐκ καρδίας ἀγαπῆσαι, ἢ καὶ τὸν καθοιονδήποτε τρόπον θλίβοντα καὶ ἐπιβουλεύοντα».

Καὶ ἀπεκρίθη ὁ Γέρων· "Ἀδύνατόν τινα ἀγαπῆσαι τὸν θλίβοντα, κἂν τῇ ὕλῃ τοῦ κόσμου ἔδοξεν

ἀποτάξασθαι, ἐὰν μὴ τὸν σκοπὸν τοῦ Κυρίου ἐν ἀληθείᾳ γινώσκῃ· ἐὰν δὲ τοῦ Κυρίου αὐτῷ χαριζομένου δυνηθῇ (14__370> γνῶναι, καὶ σπεύδῃ κατ᾽ αὐτὸν περιπατεῖν, δύναται ἐκ καρδίας ἀγαπῆσαι τὸν μισοῦντα καὶ θλίβοντα, ὥσπερ καὶ οἱ Ἀπόστολοι ἐγνωκότες ἠγάπων».

10 (ι'). Καὶ εἶπεν ὁ Ἀδελφός· "Καὶ τίς ὁ σκοπὸς τοῦ Κυρίου ἦν, παρακαλῶ γνῶναι, Πάτερ». Καὶ εἶπεν ὁ Γέρων·