1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

68

"Ἐπειδὴ ἔχει τὸ ἐλεεῖν καὶ τὸ εὐεργετεῖν τὸν πλησίον, καὶ τὸ μακροθυμεῖν ἐπ᾽ αὐτὸν καὶ τὸ ὑπομένειν τὰ ὑπ᾽ αὐτοῦ ἐπαγόμενα, ὡς πολλάκις εἰρήκαμεν. Ταῦτα οὖν ἔχουσα ἡ ἀγάπη, ἡμεροῖ τὸν θυμὸν τοῦ κεκτημένου αὐτήν».

Καὶ ὁ Ἀδελφὸς εἶπε· "Οὐ μικρὰ τὰ ἔργα αὐτῆς· ἀλλὰ μακάριος ὁ δυνάμενος κτήσασθαι αὐτήν. Ἐγὼ

δὲ ὄντως μακράν εἰμι ἀπ᾽ αὐτῆς. Πλὴν παρακαλῶ σε, Πάτερ, εἰπεῖν μοι τί ἐστι τὸ μακροθυμεῖν».

21 (κα'). Καὶ ἀπεκρίθη ὁ Γέρων· "Τὸ ἐγκαρτερεῖν τοῖς δεινοῖς καὶ τὸ ὑπομένειν πονηρά· καὶ τὸ ἀναμένειν τὸ

τέλος τοῦ πειρασμοῦ, καὶ τὸ μὴ ἐξάγειν θυμὸν ὡς ἔτυχε· μηδὲ λόγον λαλεῖν ἐν ἀφροσύνῃ, μηδὲ ὑπονοεῖν τι ἢ ἐννοεῖν τῶν μὴ πρεπόντων θεοσεβεῖ, καθὼς εἶπεν ἡ Γραφή· "Ἕως καιροῦ ἀνθέξεται μακρόθυμος, καὶ ὕστερον ἀναδώσει αὐτῷ εὐφροσύνη· ἕως καιροῦ κρύψει τοὺς λόγους αὐτοῦ· καὶ χείλη πολλῶν ἐκδιηγήσεται σύνεσιν αὐτοῦ».

22 (κβ'). Ταῦτα οὖν ἐστι τὰ γνωρίσματα τῆς μακροθυμίας· οὐ μόνον δέ, ἀλλὰ καὶ [τὸ] λογίσασθαι ἑαυτὸν εἶναι αἴτιον τοῦ πειρασμοῦ, τῆς μακροθυμίας ἐστὶν ἴδιον. Ἴσως δὲ καὶ οὕτως ἔχει· ἐπειδὴ τὰ πολλὰ τῶν συμβαινόντων ἡμῖν πρὸς παίδευσιν ἡμῶν ἐπισυμβαίνει, ἢ πρὸς παρελθόντων ἁμαρτιῶν ἀναίρεσιν ἢ πρὸς ἐνεστώσης ἀμελείας διόρθωσιν, ἢ πρὸς μελλόντων ἁμαρτημάτων ἀνακοπήν. Ὁ οὖν λογιζόμενος ὅτι δι᾽ ἓν τούτων συνέβη (14__388> ὁ πειρασμός, οὐκ ἀγανακτεῖ τυπτόμενος, μάλιστα καὶ συνειδὼς ἑαυτῷ ἁμαρτίας· οὐδὲ αἰτιᾶται τόν, δι᾽ οὗ ὁ πειρασμός· κἂν γὰρ δι᾽ αὐτοῦ, κἂν δι᾽ ἄλλου, πάντως πιεῖν εἶχε τῶν θείων κριμάτων τὸ ποτήριον· ἀλλ᾽ εἰς Θεὸν ἀποβλέπει, καὶ εὐχαριστεῖ τῷ συγχωρήσαντι, καὶ ἑαυτὸν αἰτιᾶται, καὶ δέχεται τὴν παιδείαν προθύμως, ὥσπερ ὁ ∆αβὶδ ἐπὶ τοῦ Σεμεῖ, καὶ ὥσπερ ὁ Ἰὼβ ἐπὶ τῆς γυναικός. Ὁ δὲ ἄφρων αἰτεῖ μὲν πολλάκις τὸν Θεὸν ἐλεηθῆναι ἐρχόμενον δὲ τὸ ἔλεος οὐ παραδέχεται, ἐπειδὴ οὐχ ὡς ἐκεῖνος ἤθελεν ἦλθεν, ἀλλ᾽ ὡς [ὁ] ἰατρὸς τῶν 'ψυχῶν' συμφέρειν ἡγήσατο. Καὶ διὰ τοῦτο ὀλιγωρεῖ καὶ θορυβεῖται καὶ ποτὲ μὲν τοῖς ἀνθρώποις θυμομαχεῖ, ποτὲ δὲ εἰς τὸν Θεὸν βλασφημεῖ· καὶ μέντοι καὶ τὴν ἀγνωμοσύνην δεικνύει, καὶ παρὰ ῥάβδον οὐ λαμβάνει».

23 (κγ'). Καὶ ὁ Ἀδελφὸς εἶπε· "Καλῶς εἶπας, Πάτερ· ἀλλὰ παρακαλῶ εἰπεῖν μοι καὶ τοῦτο, πῶς ἡ ἐγκράτεια

μαραίνει τὴν ἐπιθυμίαν». Καὶ ἀπεκρίθη ὁ Γέρων· "Ἐπειδὴ ἀπέχεσθαι ποιεῖ πάντων τῶν μὴ χρείαν ἐκπληρούντων, ἀλλ᾽ ἡδονὴν

ἐμποιούντων· καὶ οὐδενὸς μετέχειν ποιεῖ, πλὴν πρὸς τὸ ζῇν ἀναγκαίων· οὐδὲ τὰ ἡδέα διώκειν, ἀλλὰ τὰ ὠφέλιμα· καὶ συμμετρεῖν δὲ τῇ χρείᾳ τὰ βρώματα καὶ τὰ πόματα· καὶ οὐκ ἐᾷν [ἐν] τῷ σώματι περιττὴν ὑγρότητα· καὶ μόνην συντηρεῖν τὴν ζωὴν τοῦ σώματος, καὶ ἀνενόχλητον αὐτὸ φυλάττειν εἰς ὁρμὴν συνουσίας. Οὕτως οὖν ἡ ἐγκράτεια τὴν ἐπιθυμίαν μαραίνει· ἡ δὲ ἡδονὴ καὶ πλησμονὴ τῶν (14__390> βρωμάτων καὶ πομάτων ἐκθερμαίνει τὴν γαστέρα, καὶ ἀναφλέγει τὴν ὄρεξιν πρὸς αἰσχρὰν ἐπιθυμίαν, καὶ ὅλον συνωθεῖ τὸ ζῷον πρὸς τὴν ἄνομον μίξιν. Τότε ὀφθαλμοὶ ἀναιδεῖς, καὶ χεὶρ ἀχαλίνωτος, γλῶσσα λαλοῦσα θέλγητρα ἀκοῆς, καὶ οὗς ἀκοὴν ματαίαν παραδεχόμενον, καὶ 'ψυχὴ' κατὰ διάνοιαν μοιχείαν ἐργαζομένη καὶ τὸ σῶμα πρὸς τὴν ἄθεσμον πρᾶξιν ἐκκαλουμένη».

24 (κδ'). Καὶ ὁ Ἀδελφὸς εἶπε· "Ἐπ᾽ ἀληθείας, Πάτερ, οὕτως ἔχει· ἀλλὰ παρακαλῶ [σε] μαθεῖν καὶ περὶ τῆς

προσευχῆς, πῶς χωρίζει τὸν νοῦν πάντων τῶν νοημάτων». Καὶ ἀπεκρίθη ὁ Γέρων·