1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

49

ὦσιν οἱ παῖδες καταγελαστότατοι, πάντων φαίνονται ἐπιεικέστατοι καὶ εὐμορφότατοι, οὕτω καὶ τῷ ἄφρονι νῷ οἱ αὐτοῦ λόγοι, κἂν πάντων ὦσι μοχθηρότεροι, πάντων φαίνονται φρονιμώτεροι. Τῷ δὲ σοφῷ οὐχ οὕτως οἱ ἑαυτοῦ λόγοι· ἀλλ᾽ ὅταν δόξῃ πληροφορεῖσθαι ὅτι ἀληθεῖς εἰσι καὶ καλοί, τότε μάλιστα οὐ πιστεύει τῇ ἑαυτοῦ κρίσει, ἀλλὰ ἄλλους σοφοὺς τῶν ἑαυτοῦ λόγων κριτὰς καθίστησι, μὴ εἰς κενὸν τρέχῃ ἢ ἔδραμε· καὶ ἐξ αὐτῶν τὴν βεβαίωσιν λαμβάνει.

3.59 (νθ') Ὅταν τινὰ νικήσῃς τῶν ἀτιμοτέρων παθῶν, οἷον ἢ γαστριμαργίαν ἢ πορνείαν ἢ ὀργὴν ἢ πλεονεξίαν, εὐθὺς ἐφίπταται ἐπί σε ὁ τῆς κενοδοξίας λογισμός· ἐὰν δὲ τοῦτον νικήσῃς, ὁ τῆς ὑπερηφανίας διαδέχεται.

3.60 (ξ') Πάντα τὰ ἄτιμα πάθη κρατοῦντα τῆς ψυχῆς τὸν τῆς κενοδοξίας ἐξ αὐτῆς ἀπελαύνουσι λογισμόν· καὶ πάντων τῶν προειρημένων ἡττημένων, ἐπ᾽ αὐτὴν αὐτὸν ἀναλύουσιν.

3.61 (ξα') Ἡ κενοδοξία ποτὲ μὲν ἀναιρουμένη ποτὲ δὲ μένουσα τίκτει τὴν ὑπερηφανίαν· καὶ ἀναιρουμένη μέν, οἴησιν ἐμποιεῖ· μένουσα δέ, ἀλαζονείαν.

3.62 (ξβ') Κενοδοξίαν μὲν ἀναιρεῖ ἡ κρυπτὴ ἐργασία· ὑπερηφανίαν δέ, τὸ τῷ Θεῷ ἐπιγράφειν τὰ κατορθώματα.

3.63 (ξγ') Ὁ γνώσεως Θεοῦ καταξιωθεὶς καὶ τῆς ἐκ ταύτης ἡδονῆς 14__292 ἀπολαύσας πλουσίως, οὗτος καταφρονεῖ τῶν ἐκ τοῦ ἐπιθυμητικοῦ τικτομένων πασῶν ἡδονῶν.

3.64 (ξδ') Ὁ ἐπιθυμῶν τῶν ἐπιγείων ἢ βρωμάτων ἐπιθυμεῖ ἢ τῶν τὰ ὑπογάστρια θεραπευόντων ἢ δόξης ἀνθρωπίνης ἢ χρημάτων ἤ τινος ἄλλου τῶν τούτοις ἑπομένων· καὶ εἰ μή τι τούτων εὕρῃ κρεῖττον ὁ νοῦς, ἐφ᾽ ᾧ τὴν ἐπιθυμίαν μετενέγκῃ, οὐκ ἂν τούτων καταφρονεῖν εἰς τέλος πεισθῇ. Κρείττων δὲ τούτων ἀσυγκρίτως ἡ τοῦ Θεοῦ γνῶσις καὶ τῶν θείων ἐστί.

3.65 (ξε') Οἱ τῶν ἡδονῶν καταφρονοῦντες ἢ φόβῳ καταφρονοῦσιν ἢ ἐλπίδι ἢ γνώσει καὶ τῇ εἰς Θεὸν ἀγάπῃ.

3.66 (ξστ') Ἡ ἄνευ πάθους τῶν θείων γνῶσις οὐ πείθει τὸν νοῦν εἰς τέλος καταφρονεῖν τῶν προσύλων, ἀλλ᾽ ἔοικε λογισμῷ ψιλῷ πράγματος αἰσθητοῦ. ∆ιὸ πολλοὺς ἔστιν εὑρεῖν τῶν ἀνθρώπων γνῶσιν ἔχοντας πολλὴν καὶ ἐν τοῖς τῆς σαρκὸς πάθεσι δίκην χοίρων ἐν βορβόρῳ κυλινδουμένους. Πρὸς ὀλίγον γὰρ ἐξ ἐπιμελείας καθαρθέντες καὶ τῆς γνώσεως ἐπιτυχόντες, ὕστερον ἀμελήσαντες ὡμοιώθησαν τῷ Σαούλ, ὃς βασιλείας καταξιωθεὶς καὶ ἀναξίως πολιτευσάμενος, μετ᾽ ὀργῆς φοβερᾶς ἐξ αὐτῆς ἀπεβλήθη.

3.67 (ξζ') Ὥσπερ ὁ ψιλὸς τῶν ἀνθρωπίνων πραγμάτων λογισμὸς οὐκ ἀναγκάζει τὸν νοῦν καταφρονεῖν τῶν θείων, οὕτως οὐδὲ ἡ ψιλὴ γνῶσις τῶν θείων πείθει εἰς τέλος καταφρονεῖν τῶν ἀνθρωπίνων· διότι ἐν σκιαῖς νῦν ὑπάρχει καὶ εἰκασμοῖς ἡ ἀλήθεια. Καὶ διὰ τοῦτο δεῖται τοῦ μακαρίου πάθους τῆς ἁγίας ἀγάπης, τῆς συνδεσμούσης τὸν νοῦν τοῖς πνευματικοῖς θεωρήμασι καὶ πειθούσης προτιμᾶν τῶν ὑλικῶν τὰ ἄϋλα καὶ τῶν αἰσθητῶν τὰ νοητὰ καὶ θεῖα.

3.68 (ξη') Οὐ πάντως ὁ τὰ πάθη ἐκκόψας καὶ ψιλοὺς τοὺς λογισμοὺς 14__294 ἐργασάμενος ἤδη αὐτὰ καὶ ἐπὶ τὰ θεῖα ἔτρεψεν, ἀλλὰ δύναται μήτε πρὸς τὰ ἀνθρώπινα πάσχειν μήτε πρὸς τὰ θεῖα· ὅπερ ἐπισυμβαίνει ἐπὶ τῶν πρακτικῶν μόνον καὶ μήπω γνώσεως καταξιωθέντων, οἳ φόβῳ κολάσεως ἢ ἐλπίδι βασιλείας τῶν παθῶν ἀπέχονται.

3.69 (ξθ') ∆ιὰ πίστεως περιπατοῦμεν, οὐ διὰ εἴδους· καὶ ἐν ἐσόπτροις τὴν γνῶσιν ἔχομεν καὶ αἰνίγμασι. Καὶ διὰ τοῦτο πολλῆς δεόμεθα τῆς ἐν αὐτοῖς ἀσχολίας, ἵνα τῇ χρονίᾳ τούτων μελέτῃ καὶ ἀδολεσχίᾳ ἕξιν δυσαπόσπαστον τῶν θεωρημάτων ποιήσωμεν.