1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

11

ποιήσαντος αὐτὸν καὶ τῶν λοιπῶν ζώων φυσικῶς ἀποδιώρισται, μηδεμίαν πρὸς αὐτὰ σχετικῆς δυνάμεως τὴν οἱανοῦν ἔμφασιν ἔχων.

Ζ. ΠΩΣ Ο ΚΟΣΜΟΣ ΑΝΘΡΩΠΟΣ ΛΕΓΕΤΑΙ ΚΑΙ ΠΟΙΩ ΤΡΟΠΩ ΚΑΙ Ο ΑΝΘΡΩΠΟΣ,

ΚΟΣΜΟΣ 14__090 Ζ. Πῶς ὁ κόσμος ἄνθρωπος λέγεται· καὶ ποίῳ τρόπῳ καὶ ὁ ἄνθρωπος, κόσμος Κατὰ ταύτην δὲ πάλιν εὐμιμήτως τὴν εἰκόνα καὶ τὸν κόσμον ὅλον τὸν ἐξ

ὁρατῶν καὶ ἀοράτων συνιστάμενον, ἄνθρωπον ὑπέβαλλεν εἶναι· καὶ κόσμον αὖθις τὸν ἐκ ψυχῆς καὶ σώματος, ἄνθρωπον· ψυχῆς γὰρ λόγον ἐπέχειν ἔλεγε τὰ νοητά, ὥσπερ καὶ ἡ ψυχὴ τῶν νοητῶν· καὶ σώματος τύπον ἐπέχειν τὰ αἰσθητά, ὥσπερ καὶ τῶν αἰσθητῶν τὸ σῶμα. Καὶ ψυχὴν μὲν εἶναι τῶν αἰσθητῶν τὰ νοητά, σῶμα δὲ τῶν νοητῶν τὰ αἰσθητά. Καὶ ὡς ψυχὴν ἐνοῦσαν σώματι, τῷ αἰσθητῷ κόσμῳ τὸν νοητὸν εἶναι· καὶ τῷ νοητῷ τὸν αἰσθητόν, ὡς σῶμα τῇ ψυχῇ συγκροτούμενον· καὶ ἕνα ἐξ ἀμφοῖν εἶναι κόσμον, ὥσπερ καὶ ἐκ ψυχῆς καὶ σώματος ἄνθρωπον ἕνα, μηδ᾽ ἑτέρου τούτων τῶν ἀλλήλοις καθ᾽ ἕνωσιν συμπεφυκότων θάτερον ἀρνουμένου καὶ ἀποπέμποντος, διὰ τὸν τοῦ συνδήσαντος νόμον, καθ᾽ ὃν τῆς ἑνοποιοῦ δυνάμεως ὁ λόγος ἐνέσπαρται μὴ συγχωρῶν τὴν καθ᾽ ὑπόστασιν ἐπὶ τῇ ἑνώσει ταυτότητα τούτων ἀγνοηθῆναι, διὰ τὴν φυσικὴν ἑτερότητα, μηδ᾽ εἶναι δυνατωτέραν πρὸς διάστασίν τε καὶ μερισμὸν τὴν ἕκαστον τούτων ἑαυτῷ περιγράφουσαν ἰδιότητα 14__092 τῆς μυστικῶς καθ᾽ ἕνωσιν αὐτοῖς ἐντεθείσης φιλικῆς συγγενείας ἀποφανθῆναι, καθ᾽ ἣν ὁ καθ᾽ ὅλου καὶ εἷς τρόπος τῆς ἐν ὅλοις ἀφανοῦς καὶ ἀγνώστου παρουσίας τῆς τῶν ὄντων συνεκτικῆς αἰτίας ποικίλως πᾶσιν ἐνυπάρχων καὶ καθ᾽ ἑαυτὰ καὶ ἐν ἀλλήλοις τὰ ὅλα συνίστησιν ἄφυρτα καὶ ἀδιαίρετα· καὶ ἀλλήλων μᾶλλον ἢ ἑαυτῶν κατὰ τὴν ἑνοποιὸν σχέσιν ὄντα παρίστησι, μέχρις οὗ λῦσαι παραστῇ τῷ συνδήσαντι μείζονος ἕνεκα καὶ μυστικωτέρας οἰκονομίας κατὰ τὸν καιρὸν τῆς ἐλπιζομένης καθολικῆς συντελείας, καθ᾽ ἣν καὶ ὁ κόσμος, ὡς ἄνθρωπος, τῶν φαινομένων τεθνήξεται, καὶ πάλιν ἀναστήσεται νέος ἐκ γεγηρακότος, κατὰ τὴν παραυτίκα προσδοκωμένην ἀνάστασιν· ἡνίκα καὶ ὁ καθ᾽ ἡμᾶς ἄνθρωπος, ὡς μέρος τῷ ὅλῳ καὶ μικρὸς τῷ μεγάλῳ, συναναστήσεται κόσμῳ, τὴν πρὸς τὸ μηκέτι δύνασθαι φθείρεσθαι κομισάμενος δύναμιν, ὅταν ἐμφερῆ τῇ τε ψυχῇ τὸ σῶμα καὶ τοῖς νοητοῖς τὰ αἰσθητὰ κατ᾽ εὐπρέπειαν καὶ δόξαν γενήσεται, μιᾶς ὅλοις κατ᾽ ἐναργῆ τε καὶ ἐνεργὸν παρουσίαν ἀναλόγως ἑκάστῳ θείας ἐπιφαινομένης δυνάμεως, καὶ δι᾽ ἑαυτῆς τὸν τῆς ἑνώσεως ἄλυτον εἰς τοὺς ἀπείρους αἰῶνας συντηρούσης δεσμόν.

Εἴ τις οὖν βούλεται καὶ βίον καὶ λόγον θεοφιλῆ καὶ θεάρεστον ἔχειν, τῶν τριῶν τούτων ἀνθρώπωντοῦ κόσμου τέ φημι, καὶ τῆς ἁγίας Γραφῆς, καὶ τοῦ καθ᾽ ἡμᾶςτὰ κρείττω περὶ πολλοῦ ποιείτω καὶ τιμιώτερα. Ψυχῆς μὲν ὅση δύναμις ἐπιμελείσθω τῆς ἀθανάτου καὶ θείας καὶ θεοποιηθησομένης ἐξ ἀρετῶν, 14__094 καὶ σαρκὸς καταφρονείτω τῆς ὑποκειμένης φθορᾷ καὶ θανάτῳ καὶ τὸ τῆς ψυχῆς ἀμελούμενον ῥυπῶσαι δυναμένης ἀξίωμα. "Φθαρτὸν γὰρ σῶμα, φησί, βαρύνει ψυχήν, καὶ βρίθει τὸ γεῶδες σκῆνος νοῦν πολυφρόντιδα». Καὶ πάλιν· "ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος· τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός». Καὶ αὖθις· "ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ, ἐκ τῆς σαρκὸς θερίσει φθοράν». Πρὸς δὲ τὰς ἀσωμάτους καὶ νοερὰς δυνάμεις κατὰ νοῦν διὰ νοήσεως κινησάτω τὴν ἅμιλλαν, ἀφεὶς τὰ παρόντα καὶ βλεπόμενα· "τὰ γὰρ βλεπόμενα πρόσκαιρα, φησί, τὰ δὲ μὴ βλεπόμενα, αἰώνια»· αἷς διὰ τὸ πλῆθος τῆς κατ᾽ εἰρήνην ἕξεως ὁ Θεὸς ἐναναπαύεται. Καὶ πρὸς τὸ Πνεῦμα τὸ ἅγιον δι᾽ ἔμφρονος μελέτης τῆς ἁγίας Γραφῆς ὑπερβὰς τὸ γράμμα σωφρόνως