1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

61

ἐγκαταλελειμμένοι σωθῶσιν· ἡ δὲ πρὸς δοκιμήν, ὡς ἐπὶ τοῦ Ἰὼβ καὶ τοῦ Ἰωσήφ, ἵνα ὁ μὲν ἀνδρείας, ὁ δὲ σωφροσύνης στῆλαι ἀναφανῶσιν· ἡ δὲ πρὸς παίδευσιν πατρικήν, ὡς ἐπὶ τοῦ Ἀποστόλου, ἵνα ταπεινοφρονῶν τὴν ὑπερβολὴν φυλάξῃ τῆς χάριτος· ἡ δὲ κατὰ ἀποστροφήν, ὡς ἐπὶ τῶν Ἰουδαίων, ἵνα κολαζόμενοι πρὸς μετάνοιαν κατακαμφθῶσι. Σωτήριοι δὲ οἱ πάντες τρόποι ὑπάρχουσι καὶ τῆς θείας ἀγαθότητος καὶ σοφίας ἀνάμεστοι.

4.97 (ƒζ') Μόνοι οἱ ἀκριβεῖς τῶν ἐντολῶν φύλακες καὶ γνήσιοι τῶν θείων κριμάτων μύσται τοὺς κατὰ συγχώρησιν Θεοῦ πειραζομένους οὐκ ἐγκαταλιμπάνουσι φίλους. Οἱ δὲ τῶν ἐντολῶν καταφρονηταὶ καὶ τῶν θείων κριμάτων ἀμύητοι, ὅταν μὲν ὁ φίλος εὐημερῇ, συναπολαύουσιν αὐτῷ· ἐπὰν δὲ πειραζόμενος κακοπαθῇ, καταλιμπάνουσιν αὐτόν· ἔστι δὲ ὅτε καὶ μετὰ τῶν ἐναντίων ἵστανται.

4.98 (ƒη') Οἱ μὲν τοῦ Χριστοῦ φίλοι πάντας ἀγαπῶσι γνησίως, οὐχ ὑπὸ πάντων δὲ ἀγαπῶνται· Οἱ δὲ τοῦ κόσμου φίλοι οὐδὲ πάντας ἀγαπῶσι οὐδὲ ὑπὸ πάντων ἀγαπῶνται. Καὶ οἱ μὲν Χριστοῦ μέχρι τέλους τὴν συνέχειαν τῆς ἀγάπης διατηροῦσιν· οἱ δὲ τοῦ κόσμου, μέχρις οὗ ἀλλήλοις διὰ τὰ τοῦ κόσμου προσκρούσωσι.

4.99 (ƒθ') Φίλος πιστός, σκέπη κραταιά, ἐπειδὴ καὶ εὐημεροῦντι τῷ φίλῳ σύμβουλός ἐστι ἀγαθὸς καὶ συνεργὸς σύμψυχος· καὶ κακοπαθοῦντι, ἀντιλήπτωρ γνησιώτατος καὶ ὑπέρμαχος συμπαθέστατος.

4.100 (ρ') Πολλοὶ μὲν πολλὰ περὶ ἀγάπης εἰρήκασιν, ἐν μόνοις δὲ τοῖς Χριστοῦ μαθηταῖς ταύτην ζητήσας εὑρήσεις, ἐπεὶ καὶ μόνοι αὐτὴν εἶχον τὴν ἀληθινὴν ἀγάπην τῆς ἀγάπης διδάσκαλον, περὶ ἧς ἔλεγον· Ἐὰν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι. Ὁ οὖν κτησάμενος τὴν ἀγάπην, αὐτὸν τὸν Θεὸν ἐκτήσατο, ἐπειδὴ ὁ Θεὸς ἀγάπη ἐστίν.

Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

ΛΟΓΟΣ ΑΣΚΗΤΙΚΟΣ

(14__354>

κατὰ πεῦσιν καὶ ἀπόκρισιν.

1 (α'). [Ὁ] Ἀδελφὸς ἠρώτησε [τὸν] Γέροντα λέγων· "Παρακαλῶ σε, Πάτερ, εἰπεῖν μοι, τίς ὁ σκοπὸς ἦν τῆς τοῦ Κυρίου

ἐνανθρωπήσεως;" Καὶ ὁ Γέρων ἀποκριθεὶς εἶπε· "Θαυμάζω σε, Ἀδελφέ, ὅτι καθ᾽ ἡμέραν τοῦ Συμβόλου ἀκούων τῆς πίστεως,

περὶ τούτου με ἐρωτᾷς. Πλὴν λέγω σοι, ὅτι ὁ σκοπὸς τῆς τοῦ Κυρίου ἐνανθρωπήσεως ἡ ἡμετέρα ἦν σωτηρία».

Καὶ ὁ Ἀδελφὸς εἶπε· "Πῶς λέγεις, Πάτερ;" Καὶ ἀπεκρίθη ὁ Γέρων·