1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

34

τοιαῦτα διανοηθείς, μηκέτι τολμήσῃ διὰ τῆς συνήθους προσευχῆς πρὸς αὐτὸν ἀναπτῆναι. Οὐδὲν δὲ ἐντεῦθεν ὠφελεῖται ὁ ἀλάστωρ πρὸς τὸν ἴδιον σκοπόν, ἀλλὰ καὶ μᾶλλον βεβαιοτέρους ἡμᾶς ἀπεργάζεται. Πολεμούμενοι γὰρ καὶ ἀντιπολεμοῦντες δοκιμώτεροι καὶ γνησιώτεροι εἰς τὴν ἀγάπην τοῦ Θεοῦ εὑρισκόμεθα· ἡ δὲ ῥομφαία αὐτοῦ εἰσέλθοι εἰς καρδίαν αὐτοῦ καὶ τὰ τόξα αὐτοῦ συντριβείη.

2.15 (ιε') Ὁ νοῦς ἐπιβάλλων τοῖς ὁρατοῖς κατὰ φύσιν νοεῖ τὰ πράγματα διὰ μέσης τῆς αἰσθήσεως καὶ οὔτε ὁ νοῦς κακὸν οὔτε τὸ κατὰ φῦσιν νοεῖν οὔτε δὲ τὰ πράγματα οὔτε ἡ αἴσθησις· Θεοῦ 14__218 γάρ εἰσι ταῦτα τὰ ἔργα. Τί οὖν ἐστι τὸ κακόν; ∆ῆλον ὅτι τὸ πάθος τοῦ κατὰ φύσιν νοήματος, ὅπερ δύναται μὴ εἶναι ἐν τῇ τῶν νοημάτων χρήσει, ἐὰν ὁ νοῦς γρηγορῇ.

2.16 (ιστ') Πάθος ἐστὶ κίνησις ψυχῆς παρὰ φύσιν ἢ ἐπὶ φιλίαν ἄλογον ἢ ἐπὶ μῖσος ἄκριτον ἤ τινος ἢ διά τι τῶν αἰσθητῶν. Οἷον ἐπὶ μὲν φιλίαν ἄλογον ἢ βρωμάτων ἢ γυναικὸς ἢ χρημάτων ἢ δόξης παρερχομένης ἤ τινος ἄλλου τῶν αἰσθητῶν ἢ διὰ ταῦτα· ἐπὶ μῖσος δὲ ἄκριτον, οἷον ἤ τινος τῶν προειρημένων, ὡς εἴρηται, ἢ πρός τινα διὰ ταῦτα.

2.17 (ιζ') Ἤ πάλιν κακία ἐστὶν ἡ ἐσφαλμένη χρῆσις τῶν νοημάτων, ᾗ ἐπακολουθεῖ ἡ παράχρησις τῶν πραγμάτων. Οἷον ὡς ἐπὶ τῆς γυναικὸς ἡ ὀρθὴ χρῆσις τῆς συνουσίας ὁ σκοπός ἐστι τῆς παιδοποιίας. Ὁ οὖν εἰς τὴν ἡδονὴν ἀποβλεψάμενος ἐσφάλη περὶ τὴν χρῆσιν, τὸ μὴ καλὸν ὡς καλὸν ἡγησάμενος· ὁ οὖν τοιοῦτος παραχρῆται γυναικὶ συνουσιαζόμενος. Καὶ ἐπὶ τῶν ἄλλων δὲ πραγμάτων καὶ νοημάτων ὁμοίως.

2.18 (ιη') Ὅταν τὸν νοῦν οἱ δαίμονες τῆς σωφροσύνης ἐκβαλόντες τοῖς τῆς πορνείας λογισμοῖς περικυκλώσωσι, τότε μετὰ δακρύων λέγε πρὸς τὸν ∆εσπότην· Ἐκβαλόντες με νῦν περιεκύκλωσάν με· τὸ ἀγαλλίαμά μου, λύτρωσαί με ἀπὸ τῶν κυκλωσάντων με· καὶ σώζῃ.

2.19 (ιθ') Βαρὺς ὁ τῆς πορνείας δαίμων καὶ σφοδρῶς ἐπιτίθεται τοῖς κατὰ τοῦ πάθους ἀγωνιζομένοις καὶ μάλιστα ἐν τῇ ἀμελείᾳ τῆς διαίτης καὶ ἐν ταῖς συντυχίαις τῶν γυναικῶν. Λεληθότως γὰρ τῇ 14__220 λειότητι τῆς ἡδονῆς ὑποκλέπτων τὸν νοῦν, μετέπειτα ἐπεμβαίνει διὰ τῆς μνήμης ἡσυχάζοντι· τό τε σῶμα ἐμπυρίζων καὶ ποικίλας μοφρὰς τῷ νῷ παριστῶν, πρὸς τὴν συγκατάθεσιν τῆς ἁμαρτίας αὐτὸν ἐκκαλεῖται· ἃς ἐὰν θέλῃς μὴ ἐγχρονίζειν ἔν σοι, νηστείαν ἀναλαβοῦ καὶ κόπον καὶ ἀγρυπνίαν καὶ τὴν καλὴν ἡσυχίαν μετὰ ἐκτενοῦς προσευχῆς.

2.20 (κ') Οἱ τὴν ψυχὴν ἡμῶν ἀεὶ ζητοῦντες διὰ τῶν ἐμπαθῶν λογισμῶν ζητοῦσιν, ἵνα αὐτὴν εἰς τὴν κατὰ διάνοιαν ἢ τὴν κατ᾽ ἐνέργειαν ἁμαρτίαν ἐμβάλωσιν. Ὅταν οὖν εὕρωσι τὸν νοῦν μὴ παραδεχόμενον, τότε αἰσχυνθήσονται καὶ ἐντραπήσονται· ὅταν δὲ τῇ πνευματικῇ θεωρίᾳ ἐνασχολούμενον, τότε ἀποστραφήσονται καὶ καταισχυνθήσονται σφόδρα διὰ τάχους.

2.21 (κα') ∆ιακόνου λόγον ἐπέχει ὁ πρὸς τοὺς ἱεροὺς ἀγῶνας ἀλείφων τὸν νοῦν καὶ τοὺς ἐμπαθεῖς λογισμοὺς ἀπελαύνων ἀπ᾽ αὐτοῦ· πρεσβυτέρου δέ, ὁ εἰς τὴν γνῶσιν τῶν ὄντων φωτίζων καὶ τὴν ψευδώνυμον γνῶσιν ἐξαφανίζων· ἐπισκόπου δέ, ὁ τῷ ἁγίῳ μύρῳ τελειῶν τῆς γνώσεως τῆς προσκυνητῆς καὶ ἁγίας Τριάδος.

2.22 (κβ') Ἀσθενοῦσι μὲν οἱ δαίμονες, ὅταν διὰ τῶν ἐντολῶν μειῶνται τὰ πάθη τὰ ἐν ἡμῖν· ἀπόλλυνται δέ, ὅταν εἰς τέλος διὰ τῆς ἀπαθείας τῆς ψυχῆς ἐξαφανίζωνται, μηκέτι εὑρίσκοντες τὰ δι᾽ ὧν 14__222 ἐν αὐτῇ εὑρίσκοντο καὶ ἐπολέμουν αὐτήν. Καὶ τοῦτο ἂν εἴη τό· Ἀσθενήσουσι καὶ ἀπολοῦνται ἀπὸ προσώπου σου.