1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

25

ὑπομένει τὰ θλιβερά· ὁ δὲ ὑπομένων τὰ θλιβερὰ ἕξει τὴν εἰς Θεὸν ἐλπίδα· ἡ δὲ εἰς Θεὸν ἐλπὶς χωρίζει πάσης γηΐνης προσπαθείας· ταύτης δὲ ὁ νοῦς χωρισθεὶς ἕξει τὴν εἰς Θεὸν ἀγάπην.

1.4 (δ') Ὁ ἀγαπῶν τὸν Θεὸν πάντων τῶν ὑπ᾽ αὐτοῦ γεγονότων προτιμᾷ τὴν γνῶσιν αὐτοῦ καὶ ἀδιαλείπτως διὰ τοῦ πόθου ταύτῃ προσκαρτερεῖ.

1.5 (ε') Εἰ πάντα τὰ ὄντα διὰ τοῦ Θεοῦ καὶ διὰ τὸν Θεὸν γέγονε, κρείττων δὲ ὁ Θεὸς τῶν δι᾽ αὐτοῦ γεγονότων· ὁ καταλιμπάνων 14__174 τὸ κρεῖττον καὶ τοῖς χείροσιν ἐνασχολούμενος δείκνυσιν ἑαυτὸν προτιμῶντα τοῦ Θεοῦ τὰ δι᾽ αὐτοῦ γεγονότα.

1.6 (στ') Ὁ τῇ εἰς Θεὸν ἀγάπῃ τὸν νοῦν ἔχων προσηλωμένον πάντων τῶν ὁρωμένων καὶ αὐτοῦ τοῦ σώματος ὡς ἀλλοτρίου καταφρονεῖ.

1.7 (ζ') Εἰ κρείττων τοῦ σώματος ἡ ψυχὴ καὶ κρείττων τοῦ κόσμου ἀσυγκρίτως ὁ κτίσας αὐτὸν Θεός, ὁ προτιμῶν τῆς ψυχῆς τὸ σῶμα καὶ τοῦ Θεοῦ τὸν ὑπ᾽ αὐτοῦ κτισθέντα κόσμον οὐδὲν τῶν εἰδολολατρούντων διενήνοχεν.

1.8 (η') Ὁ τὸν νοῦν τῆς εἰς Θεὸν ἀγάπης καὶ προσεδρείας ἀποχωρίσας καί τινι τῶν αἰσθητῶν προσδεδεμένον ἔχων, οὗτός ἐστιν ὁ προτιμῶν τῆς ψυχῆς τὸ σῶμα καὶ τοῦ κτίσαντος Θεοῦ τὰ ὑπ᾽ αὐτοῦ γεγονότα.

1.9 (θ') Εἰ ἡ ζωὴ τοῦ νοῦ ὁ φωτισμός ἐστι τῆς γνώσεως, τοῦτον δὲ ἡ εἰς Θεὸν ἀγάπη τίκτει· καλῶς οὐδὲν τῆς θείας ἀγάπης εἴρηται μεῖζον.

1.10 (ι') Ὅταν τῷ ἔρωτι τῆς ἀγάπης πρὸς τὸν Θεὸν ὁ νοῦς ἐκδημῇ, τότε οὔτε ἑαυτοῦ οὔτε τινὸς τῶν ὄντων παντάπασιν ἐπαισθάνεται. Ὑπὸ γὰρ τοῦ θείου καὶ ἀπείρου φωτὸς καταλαμπόμενος, ἀναισθητεῖ πρὸς πάντα τὰ ὑπ᾽ αὐτοῦ γεγονότα, καθάπερ καὶ ὁ αἰσθητὸς ὀφθαλμὸς πρὸς τοὺς ἀστέρας, τοῦ ἡλίου ἀνατέλλοντος.

1.11 (ια') Πᾶσαι μὲν αἱ ἀρεταὶ συνεργοῦσι τῷ νῷ πρὸς τὸν θεῖον ἔρωτα, πλέον δὲ πάντων ἡ καθαρὰ προσευχή· διὰ ταύτης γὰρ πρὸς τὸν Θεὸν πτερούμενος, ἔξω γίνεται πάντων τῶν ὄντων.

14__176 1.12 (ιβ') Ὅταν διὰ τῆς ἀγάπης ὑπὸ τῆς θείας γνώσεως ὁ νοῦς ἁρπαγῇ καὶ ἔξω τῶν ὄντων γενόμενος τῆς θείας ἐπαισθάνηται ἀπειρίας, τότε κατὰ τὸν θεῖον Ἡσαΐαν ὑπὸ ἐκπλήξεως εἰς συναίσθησιν τῆς ἑαυτοῦ ἐρχόμενος ταπεινότητος μετὰ διαθέσεως λέγει τὰ τοῦ προφήτου ῥήματα· Ὢ τάλας ἐγώ, ὅτι κατανένυγμαι· ὅτι ἄνθρωπος ὢν καὶ ἀκάθαρτα χείλη ἔχων, ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ κατοικῶ καὶ τὸν βασιλέα Κύριον Σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου.

1.13 (ιγ') Ὁ ἀγαπῶν τὸν Θεὸν οὐ δύναται μὴ καὶ πάντα ἄνθρωπον ἀγαπῆσαι ὡς ἑαυτόν, εἰ καὶ πρὸς τὰ πάθη δυσχεραίνει τῶν μήπω κεκαθαρμένων. ∆ιὸ καὶ τὴν ἐπιστροφὴν αὐτῶν βλέπων καὶ τὴν διόρθωσιν, ἀμετρέτῳ καὶ ἀνεκλαλήτῳ χαίρει χαρᾷ.

1.14 (ιδ') Ἀκάθαρτός ἐστι ψυχὴ ἐμπαθής, λογισμῶν ἐπιθυμίας καὶ μίσους πεπληρωμένη.

1.15 (ιε') Ὁ ἴχνος μίσους βλέπων ἐν τῇ ἑαυτοῦ καρδίᾳ διὰ οἱονδήποτε πταῖσμα πρὸς τὸν οἱονδήποτε ἄνθρωπον, ἀλλότριος τυγχάνει πάμπαν τῆς εἰς Θεὸν ἀγάπης· διότι ἡ εἰς τὸν Θεὸν ἀγάπη τοῦ εἰς ἄνθρωπον μίσους παντελῶς οὐκ ἀνέχεται.

1.16 (ιστ') Ὁ ἀγαπῶν με, φησὶν ὁ Κύριος, τὰς ἐντολάς μου τηρήσει· αὕτη δέ ἐστιν ἡ ἐντολὴ ἡ ἐμή, ἵνα ἀγαπᾶτε ἀλλήλους. Ὁ οὖν μὴ ἀγαπῶν τὸν πλησίον τὴν ἐντολὴν οὐ τηρεῖ· ὁ δὲ τὴν ἐντολὴν μὴ τηρῶν οὐδὲ τὸν Κύριον ἀγαπῆσαι δύναται.

1.17 (ιζ') Μακάριος ἄνθρωπος, ὁ πάντα ἄνθρωπον ἐξ ἴσου ἀγαπῆσαι δυνηθείς.