1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

73

καταλάλους, θεοστυγεῖς, (14__412> ὑβριστάς, ὑπερηφάνους, ἀλαζόνας, ἐφευρετὰς κακῶν, γονεῦσιν ἀπειθεῖς, ἀσυνέτους, ἀσυνθέτους, ἀστόργους, ἀσπόνδους, ἀνελεήμονας· οἵτινες τὸ δικαίωμα τοῦ Θεοῦ ἐπιγνόντες, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσίν, οὐ μόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράσσουσι». ∆ιὰ τοῦτο παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς πάθη ἀτιμίας, τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν ἐν ἑαυτοῖς. Καὶ τί τὸ ἐπὶ τούτοις; "Ἀποκαλύπτεται», φησίν, "ὀργὴ Θεοῦ ἀπ᾽ οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων», καὶ τὰ ἑξῆς.

36 (λστ'). Ταύτην τῆς ψυχῆς ἐρήμωσιν καὶ ὁ Κύριος μηνύων, ἔλεγεν· "Ἱερουσαλήμ, Ἱερουσαλήμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν· ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὡς ὄρνις τὰ νοσσία αὐτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε; Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος». Ὁ δὲ Ἡσαΐας πάλιν, ὁρῶν ἡμᾶς τοὺς δῆθεν μοναχοὺς τὰς σωματικὰς λειτουργίας ἐπιτελοῦντας μόνον, καταφρονοῦντας δὲ τῶν πνευματικῶν, καὶ διὰ τοῦτο τετυφωμένους, ἔλεγεν· "Ἀκούσατε λόγον Κυρίου, ἄρχοντες Σοδόμων· προσέχετε νόμον Θεοῦ, λαὸς Γομόρρας. Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; Πλήρης εἰμὶ τῶν ὁλοκαυτωμάτων κριῶν· καὶ στέαρ ἀρνῶν, καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι. Τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; Πατεῖν τὴν αὐλήν μου οὐ προσθήσεσθε. Ἐὰν φέρητε σεμίδαλιν, μάταιον· θυμίαμα, βδέλυγμά μοί ἐστι. Τὰς νουμηνίας (14__414> ὑμῶν καὶ τὰ σάββατα, καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι. Νηστείαν καὶ ἀργίαν καὶ τὰς ἑορτὰς ὑμῶν, μισεῖ ἡ ψυχή μου. Ἐγενήθετέ μοι εἰς πλησμονήν· οὐκέτι οὐ μὴ ἀνοίσω. Ὅταν τὰς χεῖρας ἐκτείνητε πρός με, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ᾽ ὑμῶν. Καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν». ∆ιὰ τί; "Αἱ γὰρ χεῖρες ὑμῶν», φησίν, "αἵματος πλήρεις»· ἐπειδὴ "ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ, ἀνθρωποκτόνος ἐστί». ∆ιὰ τοῦτο πᾶσα ἄσκησις ἀγάπην μὴ ἔχουσα ἀλλοτρία τοῦ Θεοῦ καθίσταται.

37 (λζ'). ∆ιὰ τοῦτο καὶ τὴν ὑπόκρισιν ἡμῶν ἐλέγχων πόρρωθεν ἔλεγεν· "Ὁ λαὸς οὗτος, τοῖς χείλεσί με τιμᾷ· ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ᾽ ἐμοῦ, μάτην δὲ σέβονταί με», καὶ τὰ ἑξῆς. Καὶ ἅπερ δὲ ὁ Κύριος ἡμῶν ἔλεγε ταλανίζων τοὺς Φαρισαίους, περὶ ἡμῶν ἐγὼ ἀκούω, τῶν νῦν ὑποκριτῶν, τῶν τοσαύτης χάριτος ἀξιωθέντων, καὶ χείρω ἐκείνων διακειμένων. Ἢ οὐχὶ καὶ ἡμεῖς δεσμοῦμεν "φορτία" βαρέα καὶ "δυσβάστακτα», καὶ ἐπιτίθεμεν ἐπὶ τοὺς ὤμους τῶν ἀνθρώπων, τῷ δὲ "δακτύλῳ" ἡμῶν οὐ θέλομεν κινῆσαι αὐτά; Ἢ οὐχὶ καὶ ἡμεῖς πάντα τὰ ἔργα ἡμῶν ποιοῦμεν πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις; Ἢ οὐχὶ καὶ ἡμεῖς φιλοῦμεν "τὴν πρωτοκλισίαν ἐν τοῖς δείπνοις καὶ τὰς πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς, καὶ καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων "Ῥαββί, Ῥαββί»· καὶ τοὺς ταῦτα ἡμῖν μὴ σφόδρα ἀπονέμοντας ἕως θανάτου πολεμοῦμεν; Ἢ οὐχὶ καὶ ἡμεῖς ἤραμεν τὴν κλεῖδα τῆς γνώσεως, καὶ κλείομεν (14__416> "τὴν βασιλείαν τῶν οὐρανῶν ἔμπροσθεν τῶν ἀνθρώπων», μηδὲ αὐτοὶ εἰσερχόμενοι, μηδὲ αὐτοὺς ποιοῦντες εἰσελθεῖν;

Ἢ οὐχὶ καὶ ἡμεῖς περιάγομεν "τὴν θάλασσαν καὶ τὴν ξερὰν ποιῆσαι ἕνα προσήλυτον, καὶ ὅταν γένηται" ποιοῦμεν αὐτὸν "υἱὸν γεέννης διπλότερον ἡμῶν;" Ἢ οὐχὶ καὶ ἡμεῖς "ἐσμεν ὁδηγοὶ τυφλοί, τὸν κώνωπα διυλίζοντες, καὶ τὴν κάμηλον καταπίνοντες;" Ἢ οὐχὶ καὶ ἡμεῖς καθαρίζομεν "τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τῆς παροψίδος», τὸ δὲ "ἔσωθεν" ἡμῶν γέμει "ἁρπαγῆς καὶ πλεονεξίας», μᾶλλον δὲ "ἀκρασίας;" Ἢ οὐχὶ καὶ ἡμεῖς ἀποδεκατοῦμεν τὸ πήγανον καὶ τὸ ἡδύοσμον, καὶ πᾶν λάχανον· καὶ παρερχόμεθα τὴν κρίσιν καὶ τὴν ἀγάπην τοῦ Θεοῦ; Ἢ οὐχὶ καὶ ἡμεῖς ἐσμεν ὡς τὰ μνημεῖα τὰ ἄδηλα, "ἔξωθεν μὲν φαινόμενοι τοῖς ἀνθρώποις δίκαιοι, ἔσωθεν δὲ ὄντες μεστοὶ ὑποκρίσεως καὶ ἀνομίας καὶ πάσης ἀκαθαρσίας;" Ἢ οὐχὶ καὶ ἡμεῖς οἰκοδομοῦμεν "τοὺς τάφους" τῶν Μαρτύρων, καὶ κοσμοῦμεν τὰ "μνημεῖα"