1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

60

ποιεῖς σὺ τῷ ἔργῳ. Εἰ δὲ τὴν ἐντολὴν φυλάττεις, τὰ τῆς ἀγάπης ἐπίδειξαι καὶ εἴ τι δύνασαι, βοήθησον, ἵνα τοῦ κακοῦ αὐτὸν ἀπαλλάξῃς.

4.84 (πδ') Οὐ θέλει σε ὁ Χριστὸς μῖσος ἔχειν πρὸς ἄνθρωπον ἢ λύπην ἢ ὀργὴν ἢ μνησικακίαν τὸ σύνολον καθ᾽ οἱονδήποτε τρόπον ἢ δι᾽ οἱονδήποτε πρᾶγμα πρόσκαιρον· καὶ τοῦτο πάντῃ βοῶσι τὰ τέσσαρα Εὐαγγέλια.

4.85 (πε') Πολλοί ἐσμεν οἱ λέγοντες, ὀλίγοι δὲ οἱ ποιοῦντες· ἀλλ᾽ οὖν τὸν λόγον τοῦ Θεοῦ οὐδεὶς ὤφειλε νοθεύειν διὰ τὴν ἰδίαν ἀμέλειαν, ἀλλ᾽ ὁμολογεῖν μὲν τὴν ἑαυτοῦ ἀσθένειαν, μὴ ἀποκρύπτειν (14__344> δὲ τὴν τοῦ Θεοῦ ἀλήθειαν· ἵνα μὴ ὑπόδικοι γενώμεθα μετὰ τῆς τῶν ἐντολῶν παραβάσεως καὶ τῆς τοῦ Θεοῦ παρεξηγήσεως.

4.86 (πστ') Ἀγάπη καὶ ἐγκράτεια παθῶν τὴν ψυχὴν ἐλευθεροῦσιν· ἀνάγνωσις καὶ θεωρία ἀγνοίας τὸν νοῦν ἀπαλλάττουσιν· ἡ δὲ τῆς προσευχῆς κατάστασις αὐτῷ παρίστησιν αὐτὸν τῷ Θεῷ.

4.87 (πζ') Ὅταν ἴδωσιν ἡμᾶς οἱ δαίμονες τῶν πραγμάτων τοῦ κόσμου καταφρονοῦντας, ἵνα μὴ δι᾽ αὐτὰ τοὺς ἀνθρώπους μισήσωμεν καὶ τῆς ἀγάπης ἐκπέσωμεν, τότε συκοφαντίας καθ᾽ ἡμῶν ἐγείρουσιν, ἵνα τὴν λύπην μὴ φέροντες τοὺς συκοφαντήσαντας μισήσωμεν.

4.88 (πη') Οὐκ ἔστι πόνος ψυχῆς βαρύτερος συκοφαντίας, κἄν τε εἰς πίστιν κἄν τε εἰς βίον τις συκοφαντῆται· καὶ οὐδεὶς ταύτην καταφρονεῖν δύναται, εἰ μὴ μόνος ὁ εἰς τὸν Θεὸν ἀποβλεπόμενος ὡς ἡ Σουσάννα, τὸν μόνον δυνάμενον καὶ ἐξ ἀναγκῶν ῥύσασθαι, ὥσπερ κἀκείνην, καὶ τοὺς ἀνθρώπους πληροφορῆσαι, ὡς καὶ περὶ ἐκείνης, καὶ τὴν ψυχὴν τῇ ἐλπίδι παραμυθήσασθαι.

4.89 (πθ') Ὅσον σὺ ἐκ ψυχῆς εὔχῃ ὑπὲρ τοῦ συκοφαντήσαντος, τοσοῦτον καὶ ὁ Θεὸς πληροφορεῖ τοὺς σκανδαλισθέντας.

4.90 (ƒ') Φύσει ἀγαθός, μόνος ὁ Θεός· καὶ γνώμῃ ἀγαθός, μόνος ὁ θεομίμητος· σκοπὸς γὰρ αὐτῷ ἐστι τῷ φύσει ἀγαθῷ τοὺς πονηροὺς συνάψαι, ἵνα γένωνται ἀγαθοί. ∆ιὰ τοῦτο ὑπ᾽ αὐτῶν λοιδορούμενος εὐλογεῖ, διωκόμενος ἀνέχεται, βλασφημούμενος παρακαλεῖ, (14__346> φονευόμενος ὑπερεύχεται· πάντα ποιεῖ, ἵνα τοῦ σκοποῦ τῆς ἀγάπης μὴ ἐκπέσῃ, ἥτις ἐστὶν αὐτὸς ὁ Θεὸς ἡμῶν.

4.91 (ƒα') Αἱ μὲν ἐντολαὶ τοῦ Κυρίου διδάσκουσιν ἡμᾶς τοῖς μέσοις εὐλόγως χρήσασθαι πράγμασιν· ἡ δὲ εὔλογος τῶν μεσῶν χρῆσις τὴν τῆς ψυχῆς καθαίρει κατάστασιν· ἡ δὲ καθαρὰ κατάστασις τίκτει τὴν διάκρισιν· ἡ δὲ διάκρισις τίκτει τὴν ἀπάθειαν, ἐξ ἧς τίκτεται ἡ τελεία ἀγάπη.

4.92 (ƒβ') Οὔπω ἔχει ἀπάθειαν ὁ διὰ σύμβασιν πειρασμοῦ τὸ ἐλάττωμα τοῦ φίλου παραβλέπειν μὴ δυνάμενος ἢ ὂν τυχὸν ἢ εἶναι δοκοῦν. Τὰ γὰρ ἐγκείμενα τῇ ψυχῇ πάθη ἐκταρασσόμενα ἐκτυφλοῖ τὴν διάνοιαν καὶ οὐκ ἐᾷ διαβλέψαι εἰς τὰς τῆς ἀληθείας αὐγὰς οὐδὲ διακρῖναι τὸ κρεῖττον ἀπὸ τοῦ χείρονος. Οὐκ ἄρα οὖν οὐδὲ τὴν τελείαν ἀγάπην ὁ τοιοῦτος ἐκτήσατο, τὴν ἔξω βάλλουσαν τὸν φόβον τῆς κρίσεως.

4.93 (ƒγ') Φίλου πιστοῦ οὐκ ἔστιν ἀντάλλαγμα, ἐπειδὴ τὰς τοῦ φίλου συμφορὰς ἰδίας λογίζεται καὶ συνυποφέρει αὐτῷ μέχρι θανάτου κακοπαθῶν.

4.94 (ƒδ') Πολλοὶ μὲν οἱ φίλοι, ἀλλ᾽ ἐν καιρῷ εὐημερίας· ἐν δὲ καιρῷ πειρασμοῦ, μόλις κἂν ἕνα εὑρήσῃς.

4.95 (ƒε') Πάντα μὲν ἄνθρωπον ἐκ ψυχῆς ἀγαπητέον· ἐπὶ τῷ Θεῷ δὲ μόνῳ τὴν ἐλπίδα θετέον καὶ ἐξ ὅλης ἰσχύος αὐτὸν θεραπευτέον. Ἐφ᾽ ὅσον μὲν γὰρ αὐτὸς ἡμᾶς συντηρεῖ, οἵ τε φίλοι πάντες ἡμᾶς περιέπουσι καὶ οἱ ἐχθροὶ πάντες πρὸς ἡμᾶς ἀδυνατοῦσιν· ἐπὰν δὲ αὐτὸς ἡμᾶς ἐγκαταλίπῃ, οἵ τε φίλοι πάντες ἡμᾶς ἀποστρέφονται καὶ οἱ ἐχθροὶ πάντες καθ᾽ ἡμῶν ἰσχύουσι.

(14__348> 4.96 (ƒστ') Τέσσαρές εἰσι γενικοὶ ἐγκαταλείψεως τρόποι· ἡ μὲν οἰκονομική, ὡς ἐπὶ τοῦ Κυρίου, ἵνα διὰ τῆς δοκούσης ἐγκαταλείψεως οἱ