1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

10

ὄντι, ἀλλ᾽ ἐν ὅλῃ ὅλῳ, κατὰ ἁπλῆν προσβολὴν εἴσεται καὶ αὐτὴ τοὺς τῶν ὄντων λόγους καὶ τὰς αἰτίας, δι᾽ οὓς τυχὸν πρὶν νυμφευθῆναι τῷ Λόγῳ καὶ Θεῷ ταῖς διαιρετικαῖς ὑπήγετο μεθόδοις, σωστικῶς τε δι᾽ αὐτῶν καὶ ἐναρμονίως πρὸς αὐτὸν φερομένη, τὸν παντὸς λόγου καὶ πάσης αἰτίας περιεκτικόν τε καὶ ποιητήν.

Ἐπειδὴ ταῦτα τοίνυν τῆς ψυχῆς εἰσιν, ὡς ἔφαμεν, κατὰ νοῦν μὲν ἐχούσης δυνάμει τὴν σοφίαν, ἐκ δὲ τῆς σοφίας τὴν θεωρίαν, ἐκ δὲ ταύτης τὴν γνῶσιν, ἐκ δὲ τῆς γνώσεως τὴν ἄληστον γνῶσιν, δι᾽ ἧς πρὸς τὴν ἀλήθειαν ὡς πέρας καὶ τέλος οὖσαν τῶν κατὰ νοῦν ἀγαθῶν ἄγεται· κατὰ δὲ τὸν λόγον ἐχούσης τὴν φρόνησιν, ἐκ δὲ ταύτης τὴν πρᾶξιν, ἐκ δὲ τῆς πράξεως τὴν ἀρετήν, ἐκ δὲ ταύτης τὴν πίστιν, καθ᾽ ἣν εἰς τὸ ἀγαθὸν ὡς τέλος μακάριον τῶν λογικῶν ἐνεργειῶν καταλήγει· δι᾽ ὧν ἡ τῶν θείων ἐπιστήμη κατὰ σύνοδον τῆς πρὸς ἄλληλα τούτων ἑνώσεως συλλέγεται.

Πρὸς ταῦτα πάντα σαφῶς ἁρμόζεται, κατὰ τὴν θεωρίαν εἰκαζομένη τῇ ψυχῇ ἡ ἁγία τοῦ Θεοῦ Ἐκκλησία. Τὰ μὲν κατὰ νοῦν πάντα καὶ ἐκ τοῦ νοῦ κατὰ πρόοδον εἶναι δειχθέντα διὰ τοῦ ἱερατείου σημαίνουσα, τὰ δὲ κατὰ τὸν λόγον καὶ ἐκ τοῦ λόγου κατὰ διαστολὴν εἶναι δηλωθέντα διὰ τοῦ ναοῦ σαφηνίζουσα, καὶ πάντα συνάγουσα πρὸς τὸ τελούμενον ἐπὶ τοῦ θείου θυσιαστηρίου μυστήριον· ὅπερ διὰ τῶν κατὰ τὴν Ἐκκλησίαν ἐπιτελουμένων ὁ δυνηθεὶς ἐμφρόνως καὶ σοφῶς μυηθῆναι, Ἐκκλησίαν ὄντως Θεοῦ, καὶ θείαν τὴν ἑαυτοῦ ψυχὴν κατεστήσατο· δι᾽ ἣν ἴσως καὶ ἧς ἡ χειροποίητος Ἐκκλησία σοφῶς διὰ τῆς ἐν αὐτῇ τῶν θείων ποικιλίας κατὰ σύμβολον οὖσα παράδειγμα πρὸς ὁδηγίαν τοῦ κρείττονος ἡμῖν παρεδόθη.

S. ΠΩΣ ΚΑΙ ΠΟΙΩ ΤΡΟΠΩ ΑΝΘΡΩΠΟΣ ΛΕΓΕΤΑΙ ΚΑΙ Η ΑΓΙΑ ΓΡΑΦΗ 14__086 S. Πῶς καὶ ποίῳ τρόπῳ ἄνθρωπος λέγεται καὶ ἡ ἁγία Γραφή Ὥσπερ δὲ τῇ κατὰ ἀναγωγὴν θεωρίᾳ τὴν Ἐκκλησίαν ἔλεγεν ἄνθρωπον εἶναι

πνευματικόν, μυστικὴν δὲ Ἐκκλησίαν τὸν ἄνθρωπον, οὕτω δὴ καὶ τὴν ἁγίαν πᾶσαν κατὰ συναίρεσιν Γραφήν, ἄνθρωπον ἔφασκεν εἶναι, τὴν μὲν Παλαιὰν ∆ιαθήκην ἔχουσαν σῶμα, ψυχὴν δὲ καὶ πνεῦμα καὶ νοῦν τὴν Καινήν. Καὶ πάλιν ὅλης τῆς ἁγίας Γραφῆς, Παλαιᾶς τέ φημι καὶ Νέας, τὸ καθ᾽ ἱστορίαν γράμμα, σῶμα· τὸν δὲ νοῦν τῶν γεγραμμένων καὶ τὸν σκοπόν, πρὸς ὃν ὁ νοῦς ἀποτέτακται, ψυχήν.

Ὅπερ ἀκούσας ἐγώ, μάλιστα τῆς εἰκασίας ἠγάσθην τὸ ἀκριβές, καὶ τὸν κατ᾽ ἀξίαν ἑκάστῳ διανέμοντα χαρίσματα δεόντως ἀνύμνησα κατὰ δύναμιν. Ὡς γὰρ θνητὸς ὁ καθ᾽ ἡμᾶς ἄνθρωπος κατὰ τὸ φαινόμενον, κατὰ δὲ τὸ μὴ φαινόμενον ἀθάνατος, οὕτω καὶ ἡ ἁγία Γραφή, τὸ μὲν φαινόμενον γράμμα παρερχόμενον ἔχουσα, τὸ δὲ κρυπτόμενον τῷ γράμματι πνεῦμα μηδέποτε τοῦ εἶναι παυόμενον ἀληθῆ τὸν λόγον τῆς θεωρίας συνίστησι. Καὶ ὥσπερ οὗτος ὁ καθ᾽ ἡμᾶς ἄνθρωπος, φιλοσοφίᾳ κρατῶν τῆς ἐμπαθοῦς ὀρέξεώς τε καὶ ὁρμῆς μαραίνει τὴν σάρκα, οὕτω καὶ ἡ ἁγία Γραφὴ νοουμένη πνευματικῶς τὸ γράμμα 14__088 ἑαυτῆς περιτέμνει. Φησὶ γὰρ ὁ θεῖος Ἀπόστολος· "ὅσον ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, τοσοῦτον ὁ ἔσω ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ». Τοῦτο νοείσθω καὶ λεγέσθω καὶ ἐπὶ τῆς ἁγίας Γραφῆς, ἀνθρώπου τροπικῶς νοουμένης. Ὅσον γὰρ αὐτῆς τὸ γράμμα ὑποχωρεῖ, τοσοῦτον τὸ πνεῦμα πλεονεκτεῖ· καὶ ὅσον αἱ σκιαὶ τῆς προσκαίρου λατρείας παρατρέχουσι, τοσοῦτον ἡ ἀλήθεια τῆς πίστεως ἡ παμφαής τε καὶ ὁλολαμπὴς καὶ ἄσκιος ἐπεισέρχεται, καθ᾽ ἣν καὶ δι᾽ ἣν προηγουμένως καὶ ἔστι καὶ γέγραπται καὶ Γραφὴ λέγεται, τῷ νῷ διὰ χάριτος πνευματικῆς ἐγχαραττομένη, ὥσπερ καὶ ὁ καθ᾽ ἡμᾶς ἄνθρωπος διὰ τὴν ψυχὴν τὴν λογικήν τε καὶ νοερὰν προηγουμένως ἄνθρωπος μάλιστα καὶ ἔστι καὶ λέγεται· καθ᾽ ἣν καὶ δι᾽ ἣν εἰκών τε καὶ ὁμοίωσίς ἐστι Θεοῦ τοῦ