1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

56

4.37 (λζ') Μὴ ἔσο αὐτάρεσκος καὶ οὐκ ἔσῃ μισάδελφος· καὶ μὴ ἔσο φίλαυτος καὶ ἔσῃ φιλόθεος.

4.38 (λη') Πνευματικοῖς ἀδελφοῖς συζῆσαι προῃρημένος, τοῖς σοῖς θελήμασιν ἀπὸ θυρῶν ἀπόταξαι· οὐ μὴ γὰρ ἑτέρῳ τρόπῳ εἰρηνεῦσαι δυνήσῃ οὔτε πρὸς τὸν Θεὸν οὔτε πρὸς τοὺς συζῶντας.

4.39 (λθ') Ὁ τελείαν ἀγάπην κτήσασθαι δυνηθεὶς καὶ ὅλον τὸν βίον αὐτοῦ πρὸς ταύτην ῥυθμίσας, οὗτος λέγει Κύριον Ἰησοῦν ἐν Πνεύματι ἁγίῳ· καὶ ἐκ τοῦ ἐναντίου, τὰ ἐναντία δηλονότι.

4.40 (μ') Ἡ μὲν εἰς Θεὸν ἀγάπη εἰς τὴν θείαν ὁμιλίαν ἀεὶ φιλεῖ πτερῶσαι τὸν νοῦν· ἡ δὲ εἰς τὸν πλησίον ἀεὶ καλὰ λογίζεσθαι περὶ αὐτοῦ παρασκευάζει.

4.41 (μα') Τοῦ ἔτι δόξαν ἀγαπῶντος κενὴν ἤ τινι τῶν ὑλικῶν πραγμάτων προσκειμένου ἐστὶ τὸ πρὸς ἀνθρώπους λυπεῖσθαι διὰ πρόσκαιρα ἢ μνησικακεῖν αὐτοῖς ἢ μῖσος ἔχειν πρὸς αὐτοὺς ἢ λογισμοῖς δουλεύειν αἰσχροῖς· τῆς δὲ φιλοθέου ψυχῆς πάντῃ ταῦτα ἀλλότρια.

4.42 (μβ') Ὅταν μηδὲν εἴπῃς μηδὲ πράξῃς αἰσχρὸν κατὰ διάνοιαν καὶ (14__326> ὅταν τῷ ζημιώσαντι ἢ κακολογήσαντι μὴ μνησικάκῃς καὶ ὅταν ἐν τῷ καιρῷ τῆς προσευχῆς ἄϋλον καὶ ἀνείδεον ἀεὶ ἔχῃς τὸν νοῦν, τότε γνῶθι ὅτι ἔφθασας εἰς τὸ μέτρον τῆς ἀπαθείας καὶ τῆς τελείας ἀγάπης.

4.43 (μγ') Οὐ μικρὸς ἀγὼν κενοδοξίας ἀπαλλαγῆναι· ἀπαλλάττεται δέ τις διὰ κρυπτῆς τῶν ἀρετῶν ἐργασίας καὶ συχνοτέρας προσευχῆς. Σημεῖον δὲ τῆς ἀπαλλαγῆς, τὸ μηκέτι μνησικακεῖν τῷ κακολογήσαντι ἢ κακολογοῦντι.

4.44 (μδ') Εἰ θέλεις εἶναι δίκαιος, ἀπόνεμε ἑκάστῳ τῶν ἔν σοι μερῶν τὰ κατ᾽ ἀξίαν· ψυχῇ λέγω καὶ σώματι. Καὶ τῷ μὲν λογιστικῷ τῆς ψυχῆς, ἀναγνώσματα καὶ θεωρήματα πνευματικὰ καὶ προσευχήν· τῷ δὲ θυμικῷ, ἀγάπην πνευματικὴν τὴν τῷ μίσει ἀντικειμένην· τῷ δὲ ἐπιθυμητικῷ, σωφροσύνην καὶ ἐγκράτειαν· τῷ δὲ σαρκίῳ, διατροφὴν καὶ σκεπάσματα, τὰ μόνα ἀναγκαιότατα.

4.45 (με') Κατὰ φύσιν ὁ νοῦς ἐνεργεῖ, ὅταν τὰ πάθη ἔχῃ ὑποτεταγμένα καὶ τοὺς λόγους τῶν ὄντων θεωρῇ καὶ πρὸς τὸν Θεὸν διάγῃ.

4.46 (μστ') Ὥσπερ ὑγίεια καὶ νόσος πρὸς τὸ σῶμα θεωρεῖται τοῦ ζώου καὶ φῶς καὶ σκότος πρὸς τὸν ὀφθαλμόν, οὕτως ἀρετὴ καὶ κακία πρὸς τὴν ψυχὴν καὶ γνῶσις καὶ ἀγνωσία πρὸς τὸν νοῦν.

4.47 (μζ') Ἐν τοῖς τρισὶ τούτοις ὁ χριστιανὸς φιλοσοφεῖ· ἐν ταῖς ἐντολαῖς, ἐν τοῖς δόγμασι καὶ ἐν τῇ πίστει. Καὶ αἱ μὲν ἐντολαὶ τῶν παθῶν τὸν νοῦν χωρίζουσι· τὰ δὲ δόγματα εἰς τὴν γνῶσιν τῶν ὄντων αὐτὸν εἰσάγουσιν· ἡ δὲ πίστις, εἰς τὴν θεωρίαν τῆς ἁγίας Τριάδος.

4.48 (μη') Οἱ μὲν τῶν ἀγωνιζομένων ἀποκρούονται μόνον τοὺς ἐμπαθεῖς λογισμούς· οἱ δὲ καὶ αὐτὰ τὰ πάθη περικόπτουσι. Καὶ ἀποκρούεται μέν τις, οἷον ἢ ψαλμῳδίᾳ ἢ (14__328> προσευχῇ ἢ μετεωρισμῷ ἢ ἄλλῳ τινὶ τοπικῷ περισπασμῷ· ἐκκόπτει δὲ τὰ πάθη τῶν πραγμάτων ἐκείνων περιφρονῶν πρὸς ἅπερ αὐτὰ κέκτηται.

4.49 (μθ') Πρὸς ἅπερ τὰ πάθη κεκτήμεθα πράγματά εἰσι ταῦτα, οἷον γυνή, χρήματα, δόξα καὶ τὰ ἑξῆς. Καὶ τῆς μὲν γυναικὸς τότε δύναταί τις περιφρονεῖν, ὅτε καὶ μετὰ τὴν ἀναχώρησιν τὸ σῶμα ὡς δεῖ δι᾽ ἐγκρατείας μαραίνει· τῶν δὲ χρημάτων, ὅτε πείθει τὸν λογισμὸν ἐν παντὶ τῇ αὐταρκείᾳ στοιχῆσαι· τῆς δὲ δόξης, ὅτε τὴν κρυπτὴν ἀγαπήσει τῶν ἀρετῶν ἐργασίαν καὶ Θεῷ μόνῳ φαινομένην· καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. Ὁ δὲ τούτων περιφρονῶν οὐδὲ εἰς μῖσός τινος ἔρχεταί ποτε.

4.50 (ν') Ὁ μὲν τοῖς πράγμασιν ἀποταξάμενος, οἷον τῇ γυναικὶ καὶ τοῖς χρήμασι καὶ τοῖς ἑξῆς, τὸν ἔξω ἄνθρωπον ἐποίησε μοναχόν, οὔπω δὲ καὶ τὸν ἔσω. Ὁ δὲ τοῖς τούτων ἐμπαθέσι νοήμασι, τὸν ἔσω ἄνθρωπον, ὅ ἐστιν ὁ νοῦς. Καὶ τὸν μὲν