1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

12

ἀναφερέσθω· ἐν ᾧ τὸ πλήρωμα ὑπάρχει τῶν ἀγαθῶν καὶ "οἱ θησαυροὶ τῆς γνώσεως καὶ τῆς σοφίας ἀπόκρυφοι», ὧν εἴ τις ἐντὸς ἄξιος γενέσθαι φανήσεται τὸν Θεὸν αὐτὸν εὑρήσει ταῖς πλαξὶ τῆς καρδίας ἐγγεγραμμένον διὰ τῆς ἐν πνεύματι χάριτος, "ἀνακεκαλυμμένῳ προσώπῳ τὴν τοῦ Θεοῦ δόξαν" ἐνοπτριζόμενος τῇ περιαιρέσει τοῦ κατὰ γράμμα καλύμματος.

Η. ΤΙΝΩΝ ΕΙΣΙ ΣΥΜΒΟΛΑ Η ΤΕ ΠΡΩΤΗ ΤΗΣ ΑΓΙΑΣ ΣΥΝΑΞΕΩΣ ΕΙΣΟ∆ΟΣ... 14__096 Η. Τίνων εἰσὶ σύμβολα ἥ τε πρώτη τῆς ἁγίας συνάξεως εἴσοδος καὶ τὰ μετ᾽

αὐτὴν τελούμενα Ἥκει δὲ λοιπὸν ὁ λόγος ἡμῖν κατὰ τὴν σύντομον ἔκθεσιν τῶν εἰρημένων

περὶ τῆς ἁγίας Ἐκκλησίας θεωριῶν παρὰ τοῦ μακαρίου γέροντος, συντομωτέραν καὶ τὴν περὶ τῆς ἁγίας τῆς Ἐκκλησίας συνάξεως διήγησιν, ὡς οἷόν τε, ποιησόμενος. Τὴν μὲν οὖν πρώτην εἰς τὴν ἁγίαν Ἐκκλησίαν τοῦ ἀρχιερέως κατὰ τὴν ἱερὰν σύναξιν εἴσοδον τῆς πρώτης τοῦ Υἱοῦ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Χριστοῦ διὰ σαρκὸς εἰς τὸν κόσμον τοῦτον παρουσίας τύπον καὶ εἰκόνα φέρειν ἐδίδασκε, δι᾽ ἧς τὴν δουλωθεῖσαν τῇ φθορᾷ καὶ παθοῦσαν ὑφ᾽ ἑαυτῆς τῷ θανάτῳ διὰ τῆς ἁμαρτίας καὶ βασιλευομένην τυραννικῶς ὑπὸ τοῦ διαβόλου τῶν ἀνθρώπων φύσιν ἐλευθερώσας τε καὶ λυτρωσάμενος πᾶσαν τὴν ὑπὲρ αὐτῆς ὀφειλὴν ὡς ὑπεύθυνος ἀποδοὺς ὁ ἀνεύθυνος καὶ ἀναμάρτητος, πάλιν πρὸς τὴν ἐξ ἀρχῆς ἐπανήγαγε τῆς βασιλείας χάριν, ἑαυτὸν λύτρον ὑπὲρ ἡμῶν δοὺς καὶ ἀντάλλαγμα, καὶ τῶν ἡμετέρων φθοροποιῶν παθημάτων τὸ ζωοποιὸν αὐτοῦ πάθος ἀντιδούς, παιώνιον ἄκος καὶ παντὸς τοῦ κόσμου σωτήριον, μεθ᾽ ἣν παρουσίαν, ἡ εἰς οὐρανὸν αὐτοῦ καὶ τὸν ὑπερουράνιον θρόνον ἀνάβασίς τε καὶ ἀποκατάστασις συμβολικῶς τυποῦται, διὰ τῆς ἐν τῷ ἱερατείῳ τοῦ ἀρχιερέως εἰσόδου καὶ τῆς εἰς τὸν θρόνον τὸν ἱερατικὸν ἀναβάσεως.

Θ. ΤΙΝΟΣ ΕΧΕΙ ∆ΗΛΩΣΙΝ ΚΑΙ Η ΤΟΥ ΛΑΟΥ ΕΙΣ ΤΗΝ ΑΓΙΑΝ ΤΟΥ ΘΕΟΥ

ΕΚΚΛΗΣΙΑΝ ΕΙΣΟ∆ΟΣ 14__098 Θ. Τίνος ἔχει δήλωσιν καὶ ἡ τοῦ λαοῦ εἰς τὴν ἁγίαν τοῦ Θεοῦ Ἐκκλησίαν

εἴσοδος Τὴν δὲ τοῦ λαοῦ σὺν τῷ ἱεράρχῃ γενομένην εἰς τὴν Ἐκκλησίαν εἴσοδον, τὴν

ἐξ ἀγνοίας καὶ πλάνης εἰς ἐπίγνωσιν Θεοῦ ἐπιστροφὴν τῶν ἀπίστων, καὶ τὴν ἀπὸ κακίας καὶ ἀγνωσίας εἰς ἀρετὴν καὶ γνῶσιν μετάθεσιν τῶν πιστῶν σημαίνειν, ὁ μακάριος ἔλεγε γέρων. Οὐ γὰρ μόνον τὴν ἐπὶ τὸν ἀληθινὸν Θεὸν ἐπιστροφὴν τῶν ἀπίστων ἡ εἰς τὴν Ἐκκλησίαν εἴσοδος παραδηλοῖ, ἀλλὰ καὶ ἑκάστου ἡμῶν τῶν πιστευόντων μέν, ἀθετούντων δὲ τὰς ἐντολὰς τοῦ Κυρίου δι᾽ ἀγωγῆς ἀκολάστου καὶ ἀσχήμονος βίου, τὴν διὰ μετανοίας διόρθωσιν. Πᾶς γὰρ ἄνθρωπος, εἴτε φονεύς, εἴτε μοιχός, εἴτε κλέπτης, εἴτε ὑπερήφανος, εἴτε ἀλαζών, ἢ ὑβριστής, ἢ πλεονέκτης, ἢ φιλάργυρος, ἢ κατάλαλος, ἢ μνησίκακος, ἢ πρὸς θυμὸν καὶ ὀργὴν εὐάγωγος, ἢ λοίδορος, ἢ συκοφάντης, ἢ ψίθυρος, ἢ φθόνῳ εὐχείρωτος, ἢ μέθυσος καὶ ἁπλῶς, ἵνα μὴ πάντα τὰ ἐκ κακίας εἴδη ἀπαριθμούμενος μηκύνω τὸν λόγον, ὅστις ὑφ᾽ οἱασδήποτε κακίας ἐνεχόμενος, ἐπὸν τοῦ ἑκουσίως κατ᾽ ἐπιτήδευσιν ἐνέχεσθαι καὶ ἐνεργεῖν κατὰ πρόθεσιν, παύσοιτο καὶ μεταβαλοῖ τὸν βίον ἐπὶ τὸ κρεῖττον, τῆς κακίας τὴν ἀρετὴν ἀνθαιρούμενος, ὁ τοιοῦτος κυρίως τε καὶ ἀληθῶς Χριστῷ τῷ Θεῷ καὶ ἀρχιερεῖ νοείσθω τε καὶ λεγέσθω συνεισιέναι εἰς τὴν ἀρετήν, Ἐκκλησίαν τροπικῶς νοουμένην.