1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

50

3.70 (ο') Ἐὰν πρὸς ὀλίγον τῶν παθῶν τὰς αἰτίας ἐκκόψαντες τοῖς πνευματικοῖς ἐνασχοληθῶμεν θεωρήμασι, μὴ ἐν αὐτοῖς δὲ ἀεὶ διατρίψωμεν, αὐτὸ τοῦτο ἔχοντες ἔργον εὐχερῶς πάλιν ἐπὶ τὰ τῆς σαρκὸς πάθη περιτρεπόμεθα, μηδὲν ἄλλο ἐκεῖθεν καρπωσάμενοι ἢ ψιλὴν γνῶσιν μετὰ οἰήσεως· ἧς τὸ τέλος ἥ τε αὐτῆς κατὰ μικρὸν τῆς γνώσεως σκότωσις καὶ ἡ παντελὴς τοῦ νοῦ ἐπὶ τὰ ὑλικὰ ἐκτροπή.

3.71 (οα') Πάθος ἀγάπης ψεκτὸν τοῖς ὑλικοῖς πράγμασι τὸν νοῦν ἐνασχολεῖ· πάθος ἀγάπης ἐπαινετὸν καὶ τοῖς θείοις αὐτὸν συνδεσμεῖ. Εἴωθε γὰρ ὁ νοῦς ἐν οἷς χρονίζει πράγμασιν, ἐν αὐτοῖς καὶ πλατύνεσθαι· ἐν οἷς δὲ πλατύνεται, ἐν αὐτοῖς καὶ τὴν ἐπιθυμίαν καὶ τὴν ἀγάπην τρέψαι, εἶτε ἐν τοῖς θείοις καὶ οἰκείοις καὶ νοητοῖς εἶτε ἐν τοῖς τῆς σαρκὸς πράγμασί τε καὶ πάθεσι.

3.72 (οβ') Ὁ Θεὸς ἔκτισε τὸν ἀόρατον κόσμον καὶ τὸν ὁρώμενον· καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα δηλονότι αὐτὸς ἐποίησε. Καὶ εἰ ὁ ὁρώμενος κόσμος τοιοῦτός ἐστι καλός, ποῖος ἄρα ἐστὶν ὁ ἀόρατος; Εἰ δὲ κρείττων τούτου ἐκεῖνος, πόσον ὑπὲρ τοὺς δύο ὁ τούτους κτίσας 14__296 Θεός; Εἰ οὖν κρείττων πάντων τῶν γεγονότων ὁ πάντων δημιουργὸς τῶν καλῶν, τίνι λόγῳ ὁ νοῦς ἀφεὶς τὸ πάντων κρεῖττον τοῖς πάντων χείροσιν ἐνασχολεῖται; λέγω δὲ τοῖς τῆς σαρκὸς πάθεσιν· ἢ δῆλον ὅτι ταύτῃ μὲν ἐκ γενετῆς συναναστραφεὶς καὶ συνεθίσας, τοῦ δὲ πάντων κρείττονος καὶ ὑπὲρ πάντα οὔπω τελείαν εἴληφε πεῖραν; Ἐὰν οὖν χρονίᾳ ἀσκήσει τῆς τῶν ἡδονῶν ἐγκρατείας καὶ τῆς τῶν θείων μελέτης κατὰ μικρὸν αὐτὸν τῆς τοιαύτης σχέσεως ἀπορρήξωμεν, πλατύνεταί τε ἐν τοῖς θείοις κατ᾽ ὀλίγον προκόπτων καὶ τὸ οἰκεῖον γνωρίζει ἀξίωμα καὶ τέλος ὅλον τὸν πόθον ἐπὶ τὸ θεῖον μεταφέρει.

3.73 (ογ') Ὁ ἀπαθῶς λέγων ἁμάρτημα ἀδελφοῦ κατὰ δύο αἰτίας λέγει, ἢ ἵνα αὐτὸν διορθώσηται ἢ ἵνα ἄλλον ὠφελήσῃ. Εἰ δὲ ἐκτὸς τούτων λέγει εἴτε αὐτῷ εἴτε ἄλλῳ, ὀνειδίζων ἢ διασύρων αὐτὸν λέγει καὶ οὐ μὴ ἐκφύγῃ τὴν θείαν ἐγκατάλειψιν, ἀλλ᾽ ἢ αὐτῷ ἢ ἄλλῳ πταίσματι πάντως περιπεσεῖται καὶ ὑπὸ ἑτέρων ἐλεγχθεὶς καὶ ὀνειδισθεὶς καταισχυνθήσεται.

3.74 (οδ') Οὐχ εἷς λόγος τῶν τὴν αὐτὴν ἁμαρτίαν κατ᾽ ἐνέργειαν ἁμαρτανόντων ἐστίν, ἀλλὰ διάφοροι. Οἷον ἄλλο ἐστὶ τὸ ἀπὸ ἕξεως ἁμαρτάνειν καὶ ἄλλο τὸ κατὰ συναρπαγήν· ὃς οὔτε πρὸ τῆς ἁμαρτίας εἶχε τὴν ἐνθύμησιν οὔτε μετὰ τὴν ἁμαρτίαν, ἀλλὰ καὶ σφόδρα ἐπὶ τῷ γεγονότι ὀδυνᾶται· ὁ δὲ ἀπὸ ἕξεως, ἐκ τοῦ ἐναντίου· καὶ πρῶτον γὰρ κατὰ διάνοιαν οὐκ ἐπαύετο ἁμαρτάνων καὶ μετὰ τὸ πρᾶξαι τῆς αὐτῆς ἐστι διαθέσεως.

3.75 (οε') Ὁ διὰ κενοδοξίαν τὰς ἀρετὰς μετερχόμενος δῆλον ὅτι καὶ 14__298 τὴν γνῶσιν διὰ κενοδοξίαν μετέρχεται. Ὁ δὲ τοιοῦτος οὐδὲ πρὸς οἰκοδομὴν δῆλον ὅτι πράττει τι ἢ διαλέγεται, ἀλλ᾽ ἐν πᾶσι τὴν παρὰ τῶν βλεπόντων ἢ ἀκουόντων δόξαν θηρώμενος. Ἐλέγχεται δὲ τὸ πάθος, ὅταν τινὲς τῶν προειρημένων τοῖς ἔργοις ἢ τοῖς λόγοις αὐτοῦ ψόγον ἐπιφέρωσι καὶ ἐπὶ τούτῳ σφόδρα λυπῆται, οὐ διὰ τὸ ἐκείνους μὴ οἰκοδομεῖσθαι· οὐδὲ γὰρ τοῦτο εἶχε σκοπόν· ἀλλὰ διὰ τὸ αὐτὸν ἐξουδενωθῆναι.

3.76 (οστ') Τὸ τῆς φιλαργυρίας πάθος ἐντεῦθεν ἐλέγχεται· ἐν τῷ χαίροντα λαμβάνειν καὶ λυπούμενον μεταδιδόναι. Οὐ δύναται δὲ ὁ τοιοῦτος οἰκονομικὸς εἶναι.

3.77 (οζ') ∆ιὰ ταῦτά τις πάσχων ὑπομένει· ἢ διὰ τὴν ἀγάπην τοῦ Θεοῦ ἢ διὰ τὴν ἐλπίδα τῆς μισθαποδοσίας ἢ διὰ τὸν φόβον τῆς κολάσεως ἢ διὰ τὸν φόβον τῶν ἀνθρώπων ἢ διὰ φύσιν ἢ διὰ ἡδονὴν ἣ διὰ κέρδος ἢ διὰ κενοδοξίαν ἢ δι᾽ ἀνάγκην.

3.78 (οη') Ἄλλο ἐστὶ λογισμῶν ἀπαλλαγῆναι καὶ ἄλλο παθῶν ἐλευθερωθῆναι. Καὶ πολλάκις τις λογισμῶν ἀπαλλάττει, μὴ παρόντων τῶν πραγμάτων ἐκείνων πρὸς ἅπερ τὰ πάθη κέκτηται· κέκρυπται δὲ τὰ πάθη ἐν τῇ ψυχῇ