1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

59

4.73 (ογ') ∆ιὰ τοῦτο πάλιν λέγει· Πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν καὶ δότε ἐλεημοσύνην καὶ ἰδοὺ πάντα ὑμῖν καθαρὰ ἔσται· ὡς μηκέτι τοῖς περὶ τὸ σῶμα σχολαζόντων πράγμασιν, ἀλλὰ τὸν νοῦν καθαίρειν σπευδόντων ἀπὸ μίσους καὶ ἀκρασίας, ὃν καρδίαν ὀνομάζει ὁ Κύριος. Ταῦτα γὰρ τὸν νοῦν ῥυποῦντα οὐκ ἐῶσι βλέπειν τὸν ἐν αὐτῷ κατοικοῦντα Κύριον διὰ τῆς χάριτος τοῦ ἁγίου Βαπτίσματος.

4.74 (οδ') Ὁδοὺς ἡ Γραφὴ τὰς ἀρετὰς ὀνομάζει· μείζων δὲ πασῶν τῶν ἀρετῶν ἡ ἀγάπη καθέστηκε. ∆ιὰ τοῦτο ἔλεγεν ὁ Ἀπόστολος· ἔτι καθ᾽ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι· ὡς καταφρονεῖν πείθουσαν τῶν ὑλικῶν πραγμάτων καὶ μηδὲν τῶν προσκαίρων προτιμᾶν τῶν αἰωνίων.

4.75 (οε') Ἡ εἰς Θεὸν ἀγάπη ἀνθίσταται τῇ ἐπιθυμίᾳ· πείθει γὰρ τὸν νοῦν ἐγκρατεύεσθαι ἀπὸ τῶν ἡδονῶν. Ἡ δὲ εἰς τὸν πλησίον ἀνθίσταται τῷ θυμῷ· ποιεῖ γὰρ καταφρονεῖν δόξης καὶ χρημάτων. Καὶ ταῦτά εἰσι τὰ δύο δηνάρια, ἅπερ ὁ Σωτὴρ δέδωκε τῷ πανδοχεῖ, (14__340> ἵνα σου ἐπιμέλειαν ποιήσηται. Ἀλλὰ μὴ φανῇς ἀγνώμων τοῖς λῃσταῖς συνδυάζων, μή ποτε πάλιν πληγῇς καὶ οὐκ ἔτι ἡμιθανής, ἀλλὰ νεκρὸς εὑρεθήσῃ.

4.76 (οστ') Κάθαιρε τὸν νοῦν σου ἀπὸ ὀργῆς καὶ μνησικακίας καὶ τῶν αἰσχρῶν λογισμῶν καὶ τότε δυνήσῃ γνῶναι τὴν τοῦ Χριστοῦ ἐνοίκησιν.

4.77 (οζ') Τίς σε ἐφώτισεν εἰς τὴν πίστιν τῆς ἁγίας καὶ προσκυνητῆς καὶ ὁμοουσίου Τριάδος; Ἢ τίς σοι ἐγνώρισε τὴν ἔνσαρκον οἰκονομίαν τοῦ ἑνὸς τῆς ἁγίας Τρίαδος; Τίς δέ σε ἐδίδαξε τοὺς περὶ ἀσωμάτων λόγους ἢ τοὺς περὶ γενέσεως καὶ συντελείας τοῦ ὁρωμένου κόσμου ἢ περὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως καὶ τῆς αἰωνίου ζωῆς ἢ περὶ τῆς δόξης τῆς βασιλείας τῶν οὐρανῶν καὶ τῆς φοβερᾶς κρίσεως; Οὐχὶ ἡ χάρις τοῦ Χριστοῦ ἡ ἐνοικοῦσα ἔν σοι, ἥτις ἐστὶν ὁ ἀρραβὼν τοῦ ἁγίου Πνεύματος; Τί μεῖζον ταύτης τῆς χάριτος ἢ τί κρεῖττον ταύτης τῆς σοφίας καὶ τῆς γνώσεως; Ἢ τί τούτων τῶν ἐπαγγελιῶν ὑψηλότερον; Εἰ δέ ἐσμεν ἀργοὶ καὶ ἀμελεῖς καὶ μὴ καθαίρομεν ἑαυτοὺς τῶν μολυνόντων ἡμᾶς καὶ τὸν νοῦν ἡμῶν ἐκτυφλούντων παθῶν, ὥστε δυνηθῆναι τρανότερον τοῦ ἡλίου τοὺς περὶ τούτων λόγους ὁρᾶν, ἑαυτοὺς αἰτιασώμεθα καὶ μὴ τὴν τῆς χάριτος ἐνοίκησιν ἀρνησώμεθα.

4.78 (οη') Ὁ ἐπαγγειλάμενός σοι Θεὸς τὰ αἰώνια ἀγαθὰ καὶ τὸν ἀρραβῶνα τοῦ Πνεύματος ἐν τῇ καρδίᾳ δεδοκὼς ἐνετείλατό σοι ἐπιμελεῖσθαί σου τοῦ βίου, ἵνα ὁ ἔσω ἄνθρωπος τῶν παθῶν ἐλευθερωθεὶς ἄρξηται ἀπεντεῦθεν τῆς τῶν ἀγαθῶν ἀπολαύσεως.

4.79 (οθ') Τῶν θείων καὶ ὑψηλῶν καταξιωθεὶς θεωρημάτων, σφόδρα (14__342> ἐπιμελοῦ ἀγάπης καὶ ἐγκρατείας, ἵνα τὸ παθητικὸν ἀτάραχον διαφυλάττων ἀνέκλειπτον ἕξεις τὸ τῆς ψυχῆς σου φέγγος.

4.80 (π') Τὸ θυμικὸν τῆς ψυχῆς ἀγάπῃ χαλίνωσον καὶ τὸ ἐπιθυμητικὸν αὐτῆς ἐγκρατείᾳ μάρανον καὶ τὸ λογιστικὸν αὐτῆς προσευχῇ πτέρωσον· καὶ τὸ φῶς τοῦ νοῦ οὐκ ἀμαυροῦταί ποτε.

4.81 (πα') Τὰ τὴν ἀγάπην λύοντά εἰσι ταῦτα· οἷον ἀτιμία, ζημία, συκοφαντία ἢ εἰς πίστιν ἢ εἰς βίον, δαρμοί, πληγαὶ καὶ τὰ ἑξῆς· καὶ ταῦτα ἢ αὐτῷ συμβαίνοντα ἤ τινι τῶν αὐτοῦ ἢ συγγενῶν ἢ φίλων. Ὁ οὖν διά τι τούτων λύων τὴν ἀγάπην οὔπω ἔγνω τίς ὁ σκοπὸς τῶν τοῦ Χριστοῦ ἐντολῶν.

4.82 (πβ') Σπούδασον ὅσον δύνασαι πάντα ἄνθρωπον ἀγαπῆσαι· εἰ δὲ τοῦτο οὔπω δύνασαι, κἂν μηδένα μισήσῃς. Οὐ δύνασαι δὲ οὐδὲ τοῦτο ποιῆσαι, εἰ μὴ τῶν τοῦ κόσμου πραγμάτων καταφρονήσῃς.

4.83 (πγ') Ὁ δεῖνα ἐβλασφήμησε· μὴ μισήσῃς ἐκεῖνον, ἀλλὰ τὴν βλασφημίαν καὶ τὸν βλασφημεῖν παρασκευάσαντα δαίμονα. Εἰ δὲ τὸν βλασφημήσαντα μισεῖς, ἄνθρωπον ἐμίσησας καὶ τὴν ἐντολὴν παρέβης καὶ ὅπερ ἐκεῖνος τῷ λόγῳ ἐποίησε,