1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

3

καὶ λέγειν ἰσχύοντα, ὡς δύνασθαι τοὺς ἀκροατὰς ὅλον μὲν τῷ λόγῳ τὸν νοῦν ὁρᾷν ἐποχούμενον· ὅλα δὲ ὅλῳ τῷ νῷ καθαρῶς ἐμφαίνεσθαι τὰ νοηθέντα καὶ διὰ τῆς τοῦ λόγου μεσιτείας αὐτοῖς διαπορθμευόμενα δέξασθαι· ἀλλ᾽ ὅσα διὰ μνήμης τε φέρω, καὶ ὡς νοεῖν ἀμυδρῶς καὶ λέγειν ἀμυδρότερον δύναμαι, πλὴν εὐσεβῶς χάριτι τοῦ τὰ ἐσκοτισμένα φωτίζοντος Θεοῦ. Μηδὲ γὰρ οἴεσθαι δεῖν ὑμᾶς ὑπολαμβάνω, δικαίως κρίνειν εἰδότας, ἄλλως με νοεῖν ἢ λέγειν δύνασθαι ἢ ὡς νοεῖν καὶ λέγειν δύναμαι καὶ ἡ ἄνωθεν χάρις ἐνδίδωσιν, οἰκείως τῆς ἀναλογούσης μοι προνοουμένης δυνάμεως, κἂν ὁ παραδοὺς μάλιστα καὶ διδάξας ἐστὶν ὑψηλότατος. Ἐπεὶ τὸ τὰ ἴσα ζητεῖν παρὰ τῶν μὴ ἴσων τὴν ἀρετὴν καὶ τὴν γνῶσιν 14__046 οὐ πόρρω μοι δοκεῖ τυγχάνειν τῶν δείξειν πειρωμένων τῷ ἡλίῳ κατὰ τὸ ἴσον τὴν σελήνην φωτίζουσαν· καὶ τὰ μὴ πάντη ταῦτα συμβαίνειν ἀλλήλοις κατὰ πάντα δύνασθαι βιαζομένων, ὅπερ ἀμήχανον καὶ ἀδύνατον.

Ἡγείσθω δὲ Θεὸς τῶν λεγομένων τε καὶ νοουμένων, ὁ μόνος νοῦς τῶν νοούντων καὶ νοουμένων, καὶ λόγος τῶν λεγόντων καὶ λεγομένων, καὶ ζωὴ τῶν ζώντων καὶ ζωουμένων, καὶ πᾶσι πάντα καὶ ὢν καὶ γινόμενος, δι᾽ αὐτὰ τὰ ὄντα καὶ γινόμενα· δι᾽ ἑαυτὸν δὲ οὐδὲν κατ᾽ οὐδένα τρόπον οὐδαμῶς οὔτε ὢν οὔτε γινόμενος, τῶν ἅ τι τῶν ὄντων ἐστὶ καὶ γινομένων, οἷα μηδενὶ τὸ παράπαν τῶν ὄντων φυσικῶς συντασσόμενος, καὶ διὰ τοῦτο τὸ μὴ εἶναι μᾶλλον, διὰ τὸ ὑπερεῖναι, ὡς οἰκειότερον ἐπ᾽ αὐτοῦ λεγόμενον προσιέμενος.

∆εῖ γάρ, εἴπερ ὡς ἀληθῶς τὸ γνῶναι διαφορὰν Θεοῦ καὶ κτισμάτων ἐστὶν ἀναγκαῖον ἡμῖν, θέσιν εἶναι τοῦ ὑπερόντος τὴν τῶν ὄντων ἀφαίρεσιν, καὶ τὴν τῶν ὄντων θέσιν εἶναι τοῦ ὑπερόντος ἀφαίρεσιν, καὶ ἄμφω περὶ τὸν αὐτὸν κυρίως θεωρεῖσθαι τὰς προσηγορίας, καὶ μηδεμίαν κυρίως δύνασθαι· τὸ εἶναι, φημί, καὶ [τὸ] μὴ εἶναι. Ἄμφω μὲν κυρίως, ὡς τῆς μὲν τοῦ εἶναι τοῦ Θεοῦ κατ᾽ αἰτίαν τῶν ὄντων θετικῆς, τῆς δὲ καθ᾽ ὑπεροχὴν αἰτίας τοῦ εἶναι πάσης τῶν ὄντων ἀφαιρετικῆς· καὶ μηδεμίαν κυρίως πάλιν, ὡς οὐδεμιᾶς τὴν κατ᾽ οὐσίαν αὐτὴν καὶ φύσιν τοῦ τί εἶναι τοῦ ζητουμένου θέσιν παριστώσης. Ὧι γὰρ μηδὲν τὸ σύνολον φυσικῶς κατ᾽ αἰτίαν συνέζευκται, ἢ ὂν ἢ μὴ ὄν, τούτῳ οὐδὲν τῶν ὄντων καὶ λεγομένων, οὐδὲ τῶν μὴ ὄντων καὶ μὴ λεγομένων, 14__048 εἰκότως ἐστὶν ἐγγύς. Ἁπλῆν γὰρ καὶ ἄγνωστον καὶ πᾶσιν ἄβατον ἔχει τὴν ὕπαρξιν καὶ παντελῶς ἀνερμήνευτον, καὶ πάσης καταφάσεώς τε καὶ ἀποφάσεως οὖσαν ἐπέκεινα. Καὶ ταῦτα μὲν περὶ τούτων· ἐπὶ δὲ τὴν προκειμένην τοῦ λόγου ὑπόθεσιν ἔλθωμεν.

Α. ΠΩΣ ΤΕ ΚΑΙ ΠΟΙΩ ΤΡΟΠΩ ΕΙΚΩΝ ΕΣΤΙ ΚΑΙ ΤΥΠΟΣ ΘΕΟΥ Η ΑΓΙΑ ΕΚΚΛΗΣΙΑ 14__050 Α. Πῶς τε καὶ ποίῳ τρόπῳ εἰκών ἐστι καὶ τύπος Θεοῦ ἡ ἁγία Ἐκκλησία

Τὴν τοίνυν ἁγίαν Ἐκκλησίαν, κατὰ πρώτην θεωρίας ἐπιβολήν, τύπον καὶ εἰκόνα Θεοῦ φέρειν ἔλεγεν ὁ μακάριος γέρων ἐκεῖνος, ὡς τὴν αὐτὴν αὐτῷ κατὰ μίμησιν καὶ τύπον ἐνέργειαν ἔχουσαν.

Ὥσπερ γὰρ ὁ Θεὸς πάντα τῇ ἀπείρῳ δυνάμει ποιήσας καὶ εἰς τὸ εἶναι παραγαγὼν συνέχει καὶ συνάγει καὶ περιγράφει, καὶ ἀλλήλοις καὶ ἑαυτῷ προνοητικῶς ἐνδιασφίγγει τά τε νοητὰ καὶ τὰ αἰσθητά, καὶ περὶ ἑαυτὸν ὡς αἰτίαν καὶ ἀρχὴν καὶ τέλος πάντα περικρατῶν τὰ κατὰ τὴν φύσιν ἀλλήλων διεστηκότα, κατὰ μίαν τὴν πρὸς αὐτὸν ὡς ἀρχὴν σχέσεως δύναμιν ἀλλήλοις συννενευκότα ποιεῖ, καθ᾽ ἣν εἰς ταυτότητα κινήσεώς τε καὶ ὑπάρξεως ἀδιάφθορον καὶ ἀσύγχυτον ἄγει τὰ πάντα πρὸς οὐδὲν οὐδενὸς τῶν ὄντων προηγουμένως κατὰ φύσεως διαφορὰν ἢ κινήσεως στασιάζοντός τε καὶ διαιρουμένου, πάντων πᾶσι κατὰ τὴν μίαν τῆς μόνης ἀρχῆς καὶ αἰτίας ἀδιάλυτον σχέσιν τε καὶ φρουρὰν ἀφύρτως συμπεφυκότων, τὴν