1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

51

καὶ ἀναφανέντων τῶν πραγμάτων ἐλέγχεται. Χρὴ οὖν τηρεῖν τὸν νοῦν ἐπὶ τῶν πραγμάτων καὶ γνῶναι πρὸς ποῖον ἔχει τὸ πάθος.

3.79 (οθ') Φίλος ἐκεῖνός ἐστι γνήσιος ὁ τὰς ἐκ περιστάσεως θλίψεις καὶ ἀνάγκας καὶ συμφορὰς ἐν καιρῷ πειρασμοῦ συνυποφέρων τῷ πλησίον ὡς ἰδίας ἀθορύβως καὶ ἀταράχως.

3.80 (π') Μὴ ἀτιμάσῃς τὴν συνείδησιν ἄριστά σοι ἀεὶ συμβουλεύουσαν· 14__300 γνώμην γὰρ θείαν καὶ ἀγγελικήν σοι ὑποτίθεται καὶ τῶν κρυπτῶν τῆς καρδίας μολυσμάτων ἐλευθεροῖ καὶ παρρησίαν πρὸς τὸν Θεὸν ἐν τῇ ἐξόδῳ χαρίζεται.

3.81 (πα') Εἰ θέλεις γενέσθαι ἐπιγνώμων καὶ μέτριος καὶ τῷ πάθει τῆς οἰήσεως μὴ δουλεύειν, ἀεὶ ζήτει ἐν τοῖς οὖσι τί ἐστι κρυπτόμενον τὴν σὴν γνῶσιν. Καὶ εὑρίσκων πάμπολλα καὶ διάφορα πράγματα λανθάνοντά σε, θαυμάσεις τε ἐπὶ τῇ σῇ ἀγνωσίᾳ καὶ συστελεῖς τὸ φρόνημα καὶ σεαυτὸν ἐπιγνοὺς συνήσεις πολλὰ καὶ μεγάλα καὶ θαυμαστὰ πράγματα· ἐπεὶ τὸ νομίζειν εἰδέναι οὐκ ἐᾷ προκόπτειν εἰς τὸ εἰδέναι.

3.82 (πβ') Οὗτος ἀκριβῶς θέλει σωθῆναι, ὁ τοῖς ἰατρικοῖς φαρμάκοις μὴ ἀνθιστάμενος· αὗται δέ εἰσιν ὀδύναι καὶ λύπαι διὰ ποικίλων ἐπιφορῶν ἐπαγόμεναι. Ὁ δὲ ἀνθιστάμενος οὐκ οἶδε τί ἐνταῦθα πραγματεύεται οὐδὲ τί ἐντεῦθεν ὀνησόμενος ἀπελεύσεται.

3.83 (πγ') Κενοδοξία καὶ φιλαργυρία ἀλλήλων εἰσὶ γεννετικά· οἱ μὲν γὰρ κενοδοξοῦντες πλουτοῦσιν, οἱ δὲ πλουτοῦντες κενοδοξοῦσιν, ἀλλ᾽ ὡς κοσμικοί· ἐπεὶ ὁ μοναχὸς ἀκτήμων ὢν μᾶλλον κενοδοξεῖ· ἀργύριον δὲ ἔχων κρύπτει αὐτό, αἰσχυνόμενος ὡς ἀνοίκειον πρᾶγμα τοῦ σχήματος ἔχων.

3.84 (πδ') Τῆς τοῦ μοναχοῦ κενοδοξίας ἴδιον, τὸ ἐπ᾽ ἀρετῇ κενοδοξεῖν καὶ τοῖς ταύτῃ ἀκολουθοῦσι· τῆς δὲ ὑπερηφανίας αὐτοῦ ἴδιον, τὸ ἐπὶ κατορθώμασιν ἐπαίρεσθαι καὶ ἐξουθενεῖν τοὺς ἄλλους καὶ τὸ ἑαυτῷ ταῦτα καὶ μὴ τῷ Θεῷ ἐπιγράφειν. Τῆς δὲ τοῦ κοσμικοῦ 14__302 κενοδοξίας καὶ ὑπερηφανίας ἴδιον, τὸ ἐπὶ κάλλει καὶ πλούτῳ καὶ δυναστείᾳ καὶ φρονήσει κενοδοξεῖν καὶ ἐπαίρεσθαι.

3.85 (πε') Τὰ τῶν κοσμικῶν κατορθώματα πτώματά εἰσὶ τῶν μοναχῶν· καὶ τὰ τῶν μοναχῶν κατορθώματα πτώματά εἰσι τῶν κοσμικῶν. Οἷον τὰ τῶν κοσμικῶν κατορθώματα πλοῦτός ἐστι καὶ δόξα καὶ δυναστεία καὶ τρυφὴ καὶ εὐσαρκία καὶ εὐτεκνία καὶ τὰ τούτων ἀκόλουθα· εἰς ἅπερ ἐλθὼν ὁ μοναχὸς ἀπόλλυται. Τὰ δὲ τοῦ μοναχοῦ κατορθώματα, ἀκτημοσύνη, ἀδοξία, ἀδυναμία, ἐγκράτεια, κακοπάθεια καὶ τὰ τούτων ἀκόλουθα· εἰς ἅπερ ἐλθὼν ὁ φιλόκοσμος παρὰ πρόθεσιν, πτῶμα ἡγεῖται μέγα καὶ κινδυνεύει πολλάκις καὶ ἀγχόνῃ χρήσασθαι· τινὲς δὲ καὶ ἐχρήσαντο.

3.86 (πστ') Τὰ βρώματα διὰ δύο αἰτίας ἐκτίσθη· τροφῆς ἕνεκα καὶ θεραπείας. Οἱ οὖν πάρεξ τούτων μεταλαμβάνοντες, ὡς παραχρώμενοι τοῖς εἰς χρῆσιν παρὰ Θεοῦ δοθεῖσιν, ὡς τρυφηταὶ κατακρίνονται· καὶ ἐπὶ πάντων δὲ τῶν πραγμάτων ἡ παράχρησίς ἐστιν ἡ ἁμαρτία.

3.87 (πζ') Ταπεινοφροσύνη ἐστὶ προσευχὴ συνεχὴς μετὰ δακρύων καὶ πόνων· αὕτη γὰρ τὸν Θεὸν ἀεὶ εἰς βοήθειαν ἐπικαλουμένη, εἰς τὴν ἰδίαν δύναμιν καὶ σοφίαν ἀφρόνως θαρρεῖν οὐκ ἐᾷ οὐδὲ ἄλλων κατεπαίρεσθαι, ἅτινά εἰσι χαλεπὰ νοσήματα τοῦ τῆς ὑπερηφανίας πάθους.

3.88 (πη') Ἄλλο ἐστὶ μάχεσθαι τῷ ψιλῷ λογισμῷ, ἵνα μὴ κινήσῃ τὸ πάθος· καὶ ἄλλο ἐστὶ τῷ ἐμπαθεῖ μάχεσθαι, ἵνα μὴ γένηται συγκατάθεσις. Οἱ ἀμφότεροι δὲ τρόποι οὐκ ἐῶσι χρονίσαι τοὺς λογισμούς.

14__304 3.89 (πθ') Ἡ λύπη τῇ μνησικακίᾳ συνέζευκται· ὅταν οὖν ὁ νοῦς τὸ πρόσωπον τοῦ ἀδελφοῦ μετὰ λύπης ἐνοπτρίζεται, δῆλον ὅτι μνησικακίαν ἔχει πρὸς αὐτόν. Ὁδοὶ δὲ μνησικάκων εἰς θάνατον, διότι πᾶς μνησίκακος, παράνομος.