1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

141

Ἕλλην." Καὶ ἀλλαχοῦ· "Ὄπουοὐκ ἔνι Ἰουδαῖός τε καὶ Ἕλλην, περιτομὴ καὶ ἀκρο- βυστία, ἀλλὰ τὰ πάντα καὶ ἐν πᾶσι Χριστός." Ναὶ, φησὶν ὁ σοφώτατος, καὶ ἐπὶ τῶν ἀποστόλων οἱ ἐν Ἱεροσολύμοις τῷ κηρύγματι πεπιστευκότες Ἰουδαῖοι τὴν κατὰ νόμον λατρείαν ἐφύλαττον, τῶν ἄλλων Ἐκκλησιῶν ἔξω τοῦ νόμου πολιτευομένων. Καὶ οὐ συνίησιν, ὅτι τῇ ἐκείνων ἀσθενείᾳ συγκατιόν τες οἱ ἱεροὶ ἀπόστολοι τοῦτο τηνικαῦτα γίνεσθαι συν εχώρησαν, αὐτοὶ δὲ τὸν νόμον παρέβαινον ἀδεῶς, οὐκ ἂν, εἴπερ ᾔδεσαν ἀναγκαίαν τοῦ νόμου τὴν φυ λακὴν, ἀνασχόμενοι παραβῆναι. Ἀλλ' αὐτοὶ μὲν, ὡς εἰδότες περιττὴν τὴν κατὰ νόμον πολιτείαν, τὸν εὐαγ γελικὸν μετῄεσαν βίον· τοῖς δὲ ἀσθενῶς διακειμένοις τῆς τοῦ νόμου φυλακῆς παρεχώρουν, κατὰ μέρος 81.1256 αὐτοὺς ἐπὶ τὰ τελειότερα ποδηγετοῦντες. Οὕτω τὸν Τιμόθεον ὁ μακάριος Παῦλος περιτεμὼν, τῆς εὐαγ γελικῆς ἐχειροτόνησε πολιτείας διδάσκαλον. Ἀλλὰ γὰρ τάχα καὶ ἡμεῖς τῆς Ἀπολιναρίου μετελάχομεν φλυαρίας, τὴν οὐ ψευδῆ μόνον, ἀλλὰ καὶ ἀτερπῆ μυθολογίαν αὐτοῦ πειραθέντες ἐλέγξαι· πρὸς ὃν εἴποι ἂν ὁ μακάριος Παῦλος εἰκότως· "Ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς!" Ἐνταῦθα τοίνυν τὸν λόγον στήσαντες, τοὺς ἐντευξομένους τῇδε τῇ βίβλῳ παρακαλέσομεν, εἰ μὲν εὕροιέν τι τῆς προθυμίας ἐν τοῖς ἑρμηνευθεῖσιν ἐπάξιον, τὸν τῶν ἁπάντων ὑμνῆσαι ∆εσπότην, τὸν ἐπ' εὐεργεσίᾳ κοινῇ δεδωκότα τῶν κεκρυμμένων τὴν ἀποκάλυψιν· εἰ δὲ ἔλαττον τῆς ἐλπίδος τὸ κέρδος, καὶ τῶν πόνων οὐκ ἰσοστάσιον τὸν καρπὸν, τῇ μὲν τῆς φύσεως ἀσθενείᾳ νεῖμαι συγγνώμην, ἀποδέξασθαι δὲ ὅμως τὴν προθυμίαν, καὶ τοὺς πόνους προσευχαῖς ἀμείψασθαι, ἄφεσιν ἡμῖν ἁμαρτημάτων παρὰ τοῦ Σωτῆρος τῶν ὅλων αἰτοῦντας· μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. Ἀμήν.