1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

127

φησὶ, δαπανηθήσεται χρόνος εἰς ταύτην τὴν ταφήν· καὶ τὴν ἡμέραν δὲ τῆς ἐκείνου πανωλεθρίας ἐπίσημον ποιήσονται. "Ἔσται γὰρ αὐτοῖς, φησὶν, εἰς ὄνομα ἡ ἡμέρα, ἐν ᾗ δοξασθήσομαι, λέγει Ἀδωναῒ Κύριος." Ἀλλὰ καὶ ἄνδρας, φησὶν, ἀφορί-σουσιν, ὥστε περινοστῆσαι τὴν γῆν, καὶ παραδοῦναι ταφῇ τοὺς ἐν τῷ φεύγειν, τὸν θάνατον δεξαμέ νους. ιεʹ. Καὶ ζητήσουσι πᾶς ὁ διαπορευόμενος τὴν γῆν, καὶ διερχόμενος, καὶ ὁ ἰδὼν ὀστοῦν ἀνθρώ που, οἰκοδομήσει παρ' αὐτῷ σημεῖον, ἕως οὗ θάψωσιν αὐτὸ οἱ θάπτοντες εἰς τὸ γαὶ τοῦ πο λυανδρίου τοῦ Γώγ. Ἐπὶ χρόνῳ πολλῷ, φησὶ, πε ρινοστήσουσι τοὺς ἀτάφους παραδιδόντες ταφῇ· καὶ οἱ ὁδῖται δὲ, εἴ που ὀστοῦν εὕροιεν, λίθους κατ' αὐτὸ ἀθροίζοντες, δῆλον ποιήσουσι τοῖς τὸ θάπτειν ἐγκε χειρισμένοις, ὥστε κἀκεῖνα συναγαγεῖν, καὶ τῶν νο μιζομένων ἀξιῶσαι. ιʹ. Καὶ τὸ ὄνομα δὲ τοῦ τόπου κληθήσεται 81.1213 διάπτωσις καὶ πολυάνδριον, καὶ καθαρισθή σεται ἡ γῆ. Οὕτω ταῦτα προαγορεύσας, τοῖς ὀρνέοις καὶ τοῖς θηρίοις παρακελεύεται, ὡς ἐπὶ θοίνην τινὰ καὶ εὐωχίαν ἐλθεῖν, ἅτε δὴ πολλῶν καὶ ἀπείρων ἐῤ ῥιμμένων σωμάτων· οὐχ ὡς λογικοῖς δὲ τούτοις παρ εγγυᾷ, ἀλλὰ πείθων τοὺς λογικοὺς, ὡς καὶ ταῦτα αὐτοῦ συγχωροῦντος γίνεται. Τὸ δὲ, "Φάγεσθε κρέα μόσχων, καὶ κριῶν, καὶ ἀρνῶν, καὶ τράγων, καὶ ταύρων ἐστεατωμένων πάντων," τροπικῶς ἔφη, τοὺς βασιλέας αὐτῶν καὶ ἄρχοντας, καὶ ἀριστέας, διὰ τῶν μόσχων, καὶ κριῶν, καὶ τράγων, καὶ ταύρων ὀνομάσας. ∆ιὰ δὲ τῶν ἀρνῶν τοὺς ὑπηκόους. Θυ σίαν δὲ αὑτοῦ κέκληκε τὴν γνώμῃ αὐτοῦ γενομένην ἐκείνων ἀναίρεσιν κʹ. Καὶ ἐμπλησθήσεσθε, φησὶν, ἐπὶ τῆς τρα πέζης μου, τουτέστιν, ἐπὶ τῆς παρ' ἐμοῦ προσ ενεχθείσης ὑμῖν τροφῆς. Καὶ δεικνὺς τίς αὕτη, ἐπ ήγαγεν· "Ἵππον, καὶ ἀναβάτην, καὶ γίγαντα, καὶ πάντα ἄνδρα πολεμιστὴν, λέγει Ἀδωναῒ Κύριος." ∆ιὰ τούτων ἡρμήνευσε τοὺς κριοὺς, καὶ τοὺς ταύ ρους, καὶ τοὺς τράγους. καʹ. Καὶ δώσω τὴν δόξαν μου ἐν ὑμῖν καὶ ὄψεται πάντα τὰ ἔθνη τὴν κρίσιν μου, ἣν ἐποίησα, καὶ τὴν χεῖρά μου, ἣν ἐπήγαγον ἐπ' αὐ τούς. Τῆς σφαγῆς, φησὶ, γενομένης, καὶ τῆς τοιαύ της ὑμῖν θοίνης προσενεχθείσης, θεωρήσει πάντα τὰ ἔθνη καὶ τὸ δυνατὸν τῆς ἐμῆς προνοίας, καὶ τὸ τῆς κρίσεως δίκαιον. Ἀλλὰ καὶ ὁ οἶκος, φησὶ, τοῦ Ἰσραὴλ δι' αὐτῶν μαθήσεται τῶν πραγμάτων, ὅτι καὶ Κύριος αὐτῶν εἰμι καὶ ∆εσπότης. Τὸ δὲ, "Ἀπὸ τῆς ἡμέρας ταύτης καὶ ἐπέκεινα," τῆς προτέρας ἀγνοίας κατ ηγορεῖ. κγʹ, κδʹ. Καὶ γνώσεται πάντα τὰ ἔθνη, ὅτι διὰ τὰς ἁμαρτίας αὑτῶν ᾐχμαλωτεύθησαν ὁ οἶ κος Ἰσραὴλ, ἀνθ' ὧν ἠθέτησαν εἰς ἐμὲ, καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ' αὐτῶν, καὶ παρ έδωκα αὐτοὺς εἰς χεῖρας τῶν ἐθνῶν αὐτῶν, καὶ ἔπεσον πάντες μαχαίρᾳ. Κατὰ τὰς ἀκαθαρ σίας αὐτῶν, καὶ κατὰ τὰς ἀνομίας αὐτῶν ἐποίη σα αὐτοῖς, καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ' αὐτῶν. Θεώμενα, φησὶ, τὰ ἔθνη τὸν ἐπενεχ θέντα τῷ Γὼγ ὄλεθρον, γνώσεται ὡς καὶ Βαβυλω νίοις ταύτην ἠδυνάμην ἐπενεγκεῖν τὴν τιμωρίαν· ἀλλὰ δίκας τὸν Ἰσραὴλ τῆς ἀσεβείας καὶ παρανο μίας πραττόμενος, ἐξανδραποδισθῆναι παρεχώρησα, οὐδεμιᾶς αὐτοὺς ἀξιώσας ἐπικουρίας. Καὶ τοῦτο δὲ σαφῶς ἡμᾶς διδάσκει, ὡς εὐθὺς μετὰ τὴν ἐπάνοδον ἡ τούτων τῶν ἐθνῶν ἐγένετο ἐπανάστασις. "Γνώσεται γὰρ, φησὶ, πάντα τὰ ἔθνη, ὅτι διὰ τὰς ἁμαρτίας αὑτῶν ᾐχμαλωτεύθησαν πᾶς οἶκος Ἰσραήλ." Θεω ροῦντες γὰρ ἅπαντες τὴν ἀθρόαν ἐκείνων ἀναίρεσιν, λογισμοῖς ὀρθοῖς χρώμενοι συνήσουσιν, ὅτι δίκας τί νοντες τῶν ἁμαρτημάτων, τὴν αἰχμαλωσίαν ἐκείνην ὑπέμειναν. Μαρτυρεῖ δὲ τούτοις καὶ τὰ ἐπαγόμενα· 81.1216 κεʹ-κζʹ. ∆ιὰ τοῦτο τάδε λέγει Ἀδωναῖ Κύριος· Νῦν ἀναστρέψω τὴν αἰχμαλωσίαν Ἰακὼβ, καὶ ἐλεήσω τὸν οἶκον Ἰσραὴλ, καὶ ζηλώσω διὰ τὸ ὄνομά μου τὸ ἅγιον. Καὶ λήψονται τὴν ἀτιμίαν ἑαυτῶν, καὶ πάσας τὰς ἀδικίας αὐτῶν, ἃς ἠδίκησαν εἰς ἐμὲ ἐν τῷ κατοικισθῆναι αὐτοὺς ἐπὶ τῆς γῆς αὑτῶν ἐπ' εἰρήνης, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν. Ἐν τῷ ἐπιστρέψαι με αὐτοὺς ἐκ τῶν ἐθνῶν, καὶ ἐξαγαγεῖν αὐτοὺς ἐκ τῶν χωρῶν αὐτῶν. Τὸ, "Λήψονται τὴν ἀνομίαν αὑτῶν, καὶ πά σας τὰς ἀδικίας αὑτῶν, ἃς ἠδίκησαν εἰς ἐμὲ," ἀντὶ τοῦ, Εἰς διάνοιαν λήψονται, δι' ὧν ὑπέμειναν ἀνια ρῶν, ὡς