1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

52

τῆς τοῦ Σεδεκίου παρανομίας μνημονεύσας, τὴν ἐκ τοῦ βασιλικοῦ σπέρματος προ εθέσπισεν ἐσομένην τῆς οἰκουμένης ἡγεμονίαν, ἀναγκαίως διδάσκει τὸν λαὸν μὴ κεχρῆσθαι τῇ ἀδι κίαν τοῦ Θεοῦ κατηγορούσῃ παροιμίᾳ, ὅτι τῶν πατέ ρων φαγόντων ὄμφακα οἱ ὀδόντες τῶν τέκνων ᾑμωδίασαν, ἢ, κατὰ τὸν Σύμμαχον, ἐγομφίασαν. Ἰδοὺ γὰρ, φησὶ, παρανόμων ὄντων τῶν τηνικαῦτα βασιλέων τὸ ἐξ αὐτῶν σπέρμα τῆς οἰκουμένης κρα τήσει. Οὔτε γὰρ ἀνέξομαι, ὧν οἱ πατέρες ἐπλημμέ λησαν, τὰς εὐθύνας ἀπαιτῆσαι τοὺς παῖδας· καὶ τούτων γὰρ κἀκείνων ∆εσπότης εἰμὶ, καὶ τὴν αὐτὴν ἁπάντων τὴν ἐπιμέλειαν ποιοῦμαι· πᾶσαι γὰρ αἱ ψυχαὶ ἐμαί εἰσιν, ἡ δὲ ἁμαρτάνουσα ψυχὴ, αὕτη τίσει τὰς δίκας. Εἶτα διδάσκει ἡμᾶς τίνα τῆς δικαιο σύνης τὰ εἴδη, καὶ πῶς δυνατὸν, καὶ ζωῆς ἀπολαῦ σαι, καὶ τιμωρίας ἀπαλλαγῆναι. εʹ. Ὁ δὲ ἄνθρωπος ὅς ἐστι δίκαιος, ὁ ποιῶν κρίμα καὶ δικαιοσύνην. Τουτέστιν, ὁ ἶσα κατέχων τὰ τῆς δίκης ζυγά. ʹ. Ἐπὶ τῶν ὀρέων οὐ φάγεται. Ὁ τῆς τῶν εἰδώλων, φησὶ, θεραπείας πόῤῥω γινόμενος· ἐν γὰρ τοῖς ὄρεσι τὰ τούτων ἵδρυτο τεμένη. "Καὶ τοὺς ὀφθαλμοὺς αὑτοῦ οὐ μὴ ἐπάρῃ πρὸς τὰ ἐπιθυμή ματα τοῦ οἴκου Ἰσραήλ." Ἀντὶ τοῦ, Ἐὰν μὴ 81.973 ἀκολουθήσῃ τοῖς κακοῖς Ἰσραὴλ ἐνθυμήμασι· καὶ διὰ τούτων δὲ ὡσαύτως, καὶ τὴν ἀσέβειαν καὶ τὴν παρανομίαν ἐδήλωσε. "Καὶ τὴν γυναῖκα τοῦ πλη σίον αὑτοῦ οὐ μὴ μιάνῃ, καὶ πρὸς γυναῖκα ἐν ἀφ έδρῳ οὖσαν οὐ προσεγγιεῖ." Προσήκει δὲ αὐτὸν, φησὶ, μήτε ἀλλοτρίαν συλῆσαι εὐνὴν, μήτε τῇ ἐν ῥύσει αἵματος οὔσῃ πλησιάσαι· καὶ τοῦτο γὰρ ἀπηγόρευτο τῷ νόμῳ. ζʹ. Καὶ ἄνθρωπον οὐ μὴ καταδυναστεύσῃ, καὶ ἐνεχυρασμὸν ὀφείλοντος ἀποδώσῃ, καὶ ἅρπαγμα οὐχ ἁρπᾶται. Πάσης, φησὶ, πλεονεξίας εἰ ὀφθείη ἐλεύθερος. Εἶτα ἡ ἐπίτασις τῆς ἀρετῆς· "Τὸν ἄρτον αὑτοῦ πεινῶντι δώσει, καὶ γυμνὸν περιβαλεῖ ἱμά τιον." Οὐκ ἀρκεῖ γὰρ τὸ μὴ ἁρπάσαι, ἀλλὰ δεῖ καὶ κοινωνοὺς τῶν ὄντων τοὺς δεομένους λαβεῖν. ηʹ. Τὸ ἀργύριον αὑτοῦ ἐπὶ τόκῳ οὐ δώσει, καὶ πλεονασμὸν οὐ λήψεται. Καὶ γὰρ καὶ ταῦτα πλεονεξίας εἴδη. "Ἀπὸ ἀδικίας ἀποστρέψει χεῖρα αὑτοῦ." Συντόμως τὴν παρανομίαν ἀπηγόρευσεν. "Καὶ κρῖμα ποιήσει ἀναμέσον ἀνδρὸς καὶ τοῦ πλησίον αὑτοῦ." Εἰ δίκαιος ἀναφανείη κριτὴς, μὴ πρὸς χάριν ἢ ἀπέχθειαν ἐκφέρων τὴν ψῆφον· εἶτα συντόμως· θʹ. Καὶ ἐν τοῖς προστάγμασί μου πεπόρευται, καὶ τὰ δικαιώματά μου πεφύλακται τοῦ ποιῆσαι αὐτά· δίκαιος οὗτός ἐστι, ζωῇ ζήσεται, λέγει Ἀδωναῒ Κύριος. Ὁ τὰ εἰρημένα, φησὶ, πάντα πεποιηκὼς, καὶ τῶν ἀπειρημένων πάντων ἐλεύθερος, καὶ τῇ τοῦ δικαίου προσηγορίᾳ τιμηθήσεται, καὶ τοὺς τῆς ζωῆς τρυγήσει καρπούς. ιʹ. Καὶ ἐὰν γεννήσῃ υἱὸν λοιμὸν, ἐκχέοντα αἷμα, καὶ ποιοῦντα ἁμαρτήματα. Εἶτα συντόμως· "Ἐν τῇ ὁδῷ τοῦ πατρὸς αὑτοῦ τοῦ δικαίου οὐ πορεύεται." Ἀλλ' ἕκαστον τῶν ἤδη ἀπηγορευμέ νων εἰργάσατο, καὶ τὴν ἐναντίαν ὁδὸν ὥδευσεν· ἀνομίαν, φησὶ, πεποίηκεν οὗτος. ιγʹ. Ζωῇ οὐ ζήσεται, πάσας τὰς ἀνομίας ταύ τας ἐποίησε, θανάτῳ θανατωθήσεται, τὸ αἷμα αὐτοῦ ἐπ' αὐτὸν ἔσται. Οὐδὲν, φησὶν, ὁ παράνομος ἐκ τῆς πατρῴας ἀρετῆς ὠφεληθήσεται, ἐναντίον ἐκεί νῳ προαιρούμενος βίον, ἀλλὰ τῶν οἰκείων σπερμά των δρέψεται τοὺς καρπούς. ιδʹ. Ὅταν δὲ, φησὶ, γεννήσῃ υἱὸν, καὶ ἴδῃ πά σας τὰς ἁμαρτίας τοῦ πατρὸς αὑτοῦ ἃς ἐποίησε, καὶ φοβηθῇ, καὶ μὴ ποιήσῃ κατὰ ταύτας. Εἶτα ἐφεξῆς λέγει· Ὅτι τῆς τῶν εἰδώλων ἑαυτὸν λατρείας ἀπήλλαξε, καὶ τῆς τοῦ οἴκου Ἰσραὴλ παρανομίας οὐ κεκοινώνηκε, γάμοις τε ἀλλοτρίοις οὐκ ἐπεβούλευσε, πᾶν εἶδος πλεονεξίας ἐμίσησε, τὴν δὲ δυνατὴν θε ραπείαν τοῖς δεομένοις προσήνεγκεν, τῶν μὲν λιμὸν ἐξελαύνων, τοὺς δὲ περιβάλλων καὶ γυμνότητος ἀπαλλάττων, καὶ πάσας ὁμοῦ τᾶς ἐντολὰς διεφύλα ξεν. 81.976 ιζʹ. Οὐ τελευτήσει οὗτος, φησὶν, ἐν ταῖς ἀδι κίαις τοῦ πατρὸς αὑτοῦ, ἀλλὰ ζωῇ ζήσεται. Οὔτε γὰρ δίκαιον, τοῦτον ὑπὲρ τῆς ἐκείνου παρανομίας εἰσπράττεσθαι δίκας. ιηʹ, ιθʹ. Ὁ δὲ πατὴρ αὐτοῦ, φησὶν, ἐπειδὴ θλί ψει ἔθλιψε, καὶ ἅρπαγμα ἥρπασε, καὶ ἐναντία ἐποίησεν ἐν μέσῳ τοῦ λαοῦ, καὶ ἀπέθανεν ἐν τῇ ἀδικίᾳ αὑτοῦ. Καὶ εἴπατε, Τί οὐκ ἔλαβεν ὁ υἱὸς τὴν ἀδικίαν τοῦ πατρὸς αὑτοῦ; Ὑμεῖς δέ φησιν ἀδίκως