1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

38

ἐργασίαν; εἰ λήψονται ἐξ αὐτῆς πάσσαλον, τοῦ κρεμάσαι ἐπ' αὐτὸν πᾶν σκεῦος; Πάρεξ ὃ πυρὶ δέδοται εἰς ἀνάλωσιν, τὴν κατ' ἐνιαυτὸν αὐτῆς κάθαρσιν ἀναλίσκει τὸ πῦρ, καὶ ἐκλείπει εἰς τέλος. Ἐπειδὴ ἄμπελον ἀεὶ διὰ τῶν προφητῶν τὸν Ἰσραὴλ ὠνόμασε· διὰ μὲν γὰρ τοῦ ∆αβὶδ, φησὶν, "Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας·" ὁ δὲ Ἡσαΐας· "Ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ·" ὁ δὲ Ἱερεμίας· "Πῶς ἐστράφης μοι εἰς πικρίαν, ἡ ἄμπελος ἡ ἀληθινή;" τροπικῶς ἀπὸ τῶν κλημάτων τῆς ἀμπέλου δείκνυσι τοῦ Ἰσραὴλ τὸ ἄχρηστον Καθάπερ γὰρ, φησὶν, ὑπὲρ ἅπαντα τὰ ξύλα εἰς ἐρ γασίαν ἀνεπιτήδειον τῆς ἀμπέλου τὸ ξύλον· οὔτε γὰρ πάσσαλόν τις τὸν εὐτελέστατον ἐξ ἐκείνης κατα σκευάσαι δύναται, ἀλλὰ μόνον τοῦ πυρὸς ὑπάρχει τροφὴ, καὶ ἡ κατ' ἐνιαυτὸν δὲ αὐτῆς κάθαρσις τῷ πυρὶ παραδίδοται· οὕτως οὗτος ὁ λαὸς εἰς ἕτερον οὐδὲν ἐπιτήδειος, ἢ εἰς ὄλεθρον καὶ τιμωρίαν. Τὴν κατ' ἐνιαυτὸν αὐτῆς κάθαρσιν, φησὶν, ἀναλίσκει τὸ πῦρ, καὶ ἐκλείπει εἰς τέλος. Εἰ ποιηθήσεται εἰς ἐργασίαν; (εʹ.) Οὐδὲ ἔτι αὐτοῦ ὄντος ὁλοκλήρου οὐκ ἔσται εἰς ἐργασίαν. Μὴ ὅτι ἐὰν καὶ πῦρ αὐτὸ ἀναλώσῃ εἰς τέλος, εἰ ἔτι ἔσται εἰς ἐργασίαν; Εἰ γὰρ, πρὶν ἢ τῷ πυρὶ παραδοθῆναι, εἰς οὐδεμίαν ἐστὶν ἐπιτήδειον ἐργα σίαν, σχολῇ γε ἂν χρήσιμον ἔσται μετὰ τὸ πυρὸς γενέσθαι δαπάνην· οὕτω τὴν παραβολὴν εἰρηκὼς, ἐπάγει τὴν ἑρμηνείαν. ʹ, ζʹ. ∆ιὰ τοῦτο εἰπὲ, Τάδε λέγει Ἀδωναῒ Κύριος· Ὃν τρόπον τὸ ξύλον τῆς ἀμπέλου ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ, ὃ δέδωκα αὐτὸ τῷ πυρὶ εἰς ἀνάλωσιν, οὕτω δέδωκα τοὺς κατοικοῦντας Ἱερουσαλήμ. Καὶ δώσω τὸ πρόσωπόν μου ἐπ' αὐτούς. Τοῦτο δὲ ἐκ μεταφορᾶς εἴρηκε τῶν, ὀργί λον ὑποδεικνύντων καὶ βλοσυρὸν τὸ πρόσωπον. "Ἐκ τοῦ πυρὸς ἐξελεύσονται, φησὶ, καὶ πῦρ καταφάγεται αὐτούς." Ἀπαλλαγέντες γὰρ τοῦ λιμοῦ, παραδο θήσονται τῇ σφαγῇ καὶ τῇ αἰχμαλωσίᾳ. Καὶ γνώσονται ὅτι ἐγὼ Κύριος, ἐν τῷ στη ρίσαι τὸ πρόσωπόν μου ἐπ' αὐτούς. (ηʹ.) Καὶ δώσω τὴν γῆν εἰς ἀφανισμὸν, ἀνθ' ὧν παρέπεσον παραπτώματι, λέγει Ἀδωναῒ Κύριος. Αὐτοὺς μὲν γὰρ αἰχμαλωσίᾳ καὶ σφαγῇ παραδώσω, τὴν δὲ ὑπ' αὐτῶν γεωργουμένην γῆν ἔρημον καταστήσω τῶν γεωργούντων οὐκ ὄντων. Ταῦτα δὲ πείσονται, δίκας ὧν ἐπλημμέλησαν τίνοντες. Ἐπειδὴ τοίνυν ὅσα προεγράφη, εἰς ἡμετέραν ὠφέλειαν προεγράφη, ἵνα διὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν Γραφῶν τὴν ἐλπίδα ἔχωμεν, μὴ γενώμεθα ξύλα, καὶ χόρτος, 81.929 καὶ καλάμη, ἅπερ ἐστὶ τροφὴ τοῦ πυρὸς, ἀλλὰ χρυσὸς καὶ λίθοι τίμιοι, ὕλη τοῦ βασιλικοῦ διαδή ματος, ἵνα Χριστῷ συμβασιλεύσωμεν, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα πρέπει, σὺν τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΤΟΜΟΣ Εʹ. ΚΕΦΑΛΑΙΟΝ Ιʹ. αʹ, βʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέ γων· Υἱὲ ἀνθρώπου, διαμάρτυραι

τῇ Ἱερουσα λὴμ τὰς ἁμαρτίας αὐτῆς. Ἀγαθὸς τῶν ἁμαρτημά των ὁ ἔλεγχος, καὶ ἐπ' ὠφελείᾳ γινόμενος. Τοῖς γὰρ ἀναλγησίᾳ νοσοῦσιν ἐντίθησιν αἴσθησιν, καὶ εἰς μνή μην φέρει τῶν οἰκείων πλημμελημάτων. Ἀνιαρὸν μὲν γὰρ, καὶ λίαν χαλεπὸν, τὸ νοσεῖν χαλεπώτερον δὲ πολλῷ τὸ καὶ αὐτὴν ἀγνοεῖν τὴν νόσον· οὗ χάριν, πολλάκις καὶ ἰατρῶν παῖδες τοὺς οὕτω διακειμένους, οἳ αἴσθησιν τῶν παθημάτων οὐκ ἐθέλουσι δέξα σθαι, τὸ βαρὺ τῆς νόσου διδάσκουσιν, ἵνα αἰσθόμενοι παύσωνται μὲν ἀταξίᾳ τρέφοντες τῆς νόσου τὰς ὕλας, τοῖς δὲ τῆς ἰατρικῆς τέχνης ἀκολουθήσωσι νόμοις. Τοῦτο καὶ ὁ τῶν ὅλων Θεὸς ἐπὶ τῶν παρα νομούντων καὶ ἀναισθήτως διακειμένων διατελεῖ ποιῶν· τῷ μὲν γὰρ ἁμαρτωλῷ διὰ τοῦ ∆αβὶδ λέγει· "Ἐλέγξω σε, καὶ παραστήσω κατὰ πρόσωπόν σου τὰς ἁμαρτίας σου·" τῇ δὲ Ἱερουσαλὴμ διὰ Ἱερεμίου· "Γνῶθι, ὅτι εἰς Κύριον τὸν Θεόν σου ἠσέβησας·" καὶ πάλιν· "Ἴδε τὰς ὁδούς