1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

2

φείας, τὰ πράγματα μαρτυρεῖ. Πάλαι γὰρ ἄδηλα ταῦτα τοῖς Ἰουδαίοις ὄντα ἐτύγχανεν, ἵνα φυλάττηται τῆς περὶ τῶν ἐθνῶν εὐλογίας ἀνάγραπτος ἡ μνήμη. Ἐπειδὴ δὲ τέλος ἡ πρόῤῥησις ἔλαβε, καὶ τὰ πρά γματα τοῖς γράμμασιν ἠκολούθησε, τηνικαῦτα λοι πὸν σαφῆ καὶ δῆλα γέγονε τῶν προφητῶν τὰ θεσπί σματα· οἱ γὰρ τὰς προφητικὰς ἀναγινώσκοντες βί βλους, ἐκ τῶν πραγμάτων τὴν ἑρμηνείαν λαμβάνουσι· Μηδεὶς τοίνυν, καὶ μάλιστα τῶν τῆς εὐσεβείας τρο φίμων, κατὰ τοῦ θείου Πνεύματος θρασυνέσθω, τοῖς τούτου λόγοις ἀσάφειαν ἐπιμεμφόμενος· ἀλλὰ νοῆσαι τοὺς ἱεροὺς ἐφιέμενος λόγους μετὰ τοῦ θεσπεσίου βοάτω ∆αβίδ· "Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου." Τεύξεται γὰρ πάντως τῆς αἰτήσεως, ἐπ' ὠφελείᾳ τὴν γνῶσιν ἐπαγγείλας. Ταύτην γὰρ καὶ ἡμεῖς τὴν 81.812 ἱκετείαν τῷ ∆εσπότῃ προσφέροντες, ὃς σοφίζει τοὺς τυφλοὺς, κατὰ τὸν θεῖον ∆αβὶδ, καὶ τοὺς ἐν σκότει καὶ τῇ ὁμίχλῃ, κατὰ τὸν μακάριον Ἡσαΐαν, τῆς τοῦ θεσπεσίου Ἐζεκιὴλ κατατολμήσωμεν ἑρμηνείας, καὶ τῆς προφητείας τὸ βάθος, ὡς ἡμῖν ἐφικτὸν, ἐρευνῆ σαι πειρασώμεθα, καὶ κοινὸν ἅπασι προθῆναι τοῖς εὐσεβέσι τὸ ἐντεῦθεν συναγόμενον κέρδος. Φέρε τοί νυν πρὸ τῆς ἑρμηνείας ἐν κεφαλαίῳ τὴν ὑπόθε σιν διεξέλθωμεν. Οὗτος ὁ προφήτης ἤρξατο τῆς προφητείας ἐν τῷ πέμπτῳ ἔτει τῆς αἰχμαλωσίας Ἰωακεὶμ τοῦ καὶ Ἰεχονίου· αὕτη δὲ ἡ αἰχμαλωσία οὐ πρώτη γεγένηται, καθά τισιν ἔδοξεν, ἀλλὰ τῆς μὲν Ἱερουσαλὴμ τρίτη, τοῦ δὲ Ἰούδα τετάρτη, παντὸς δὲ τοῦ Ἰσραὴλ ἕκτη. Πρῶτος μὲν γὰρ ὁ Θεγλαθ φαλασὰρ δορυάλωτον ἔλαβε τῶν δέκα φυλῶν τὸ πλεῖ στον· δεύτερος δὲ ὁ Σαλμανασὰρ τὴν Σαμάρειαν, καὶ τὰς περὶ αὐτὴν ἐξανδραποδίσας πόλεις ἀπῆλθεν· τρίτος δὲ ὁ Σεναχηρεὶμ τὰς μὲν ἄλλας τῆς Ἰου δαίας ἐπολιόρκησε πόλεις, καὶ πολλοὺς μετῴκισεν αἰχμαλώτους· ἐπιστρατεῦσαι δὲ τοῖς Ἱεροσολύμοις μετὰ πολλῆς δυσσεβείας ἐπιχειρήσας, ἐκομίσατο τῆς βλασφημίας τὰ ἐπίχειρα, καὶ θεηλάτῳ πληγῇ τὴν στρατείαν ἀπολέσας μετ' ὀλίγων τὴν ἐνεγκοῦσαν κατέλαβε. Μετὰ τοῦτον τέταρτος ὁ Ναβουχοδονόσορ, ἐν τῷ τρίτῳ ἔτει τῆς βασιλείας Ἰωακεὶμ τοῦ υἱοῦ Ἰωσίου βασιλεύσας, μετὰ πολλῆς στρατείας εἰς τὴν Ἰουδαίαν ἀφίκετο· καὶ πολλὰ τάλαντα χρυσοῦ καὶ ἀργύρου λαβὼν, καὶ ἐκ τοῦ βασιλικοῦ γένους αἰχμ αλώτους πολλοὺς, καὶ τῶν ἱερῶν σκευῶν ἔνια, ἀνέζευ ξεν ἐκεῖθεν δεσμὸν ἐπιθεὶς τῷ βασιλεῖ. Χρόνου δὲ ὀλίγου διαδραμόντος, ὁ μὲν Ἰωακεὶμ τελέσαι τὸν συγκείμενον οὐκ ἠθέλησε φόρον· ὁ δὲ Ναβουχοδονό σορ τῷ ἑνδεκάτῳ ἔτει τῆς τούτου βασιλείας, ὀγδόῳ δὲ τῆς οἰκείας ἡγεμονίας, πάλιν ἐπιστρατεύει τοῖς Ἱερο σολύμοις· καὶ τὸν μὲν Ἰωακεὶμ ἀναιρεῖ, καὶ ἀπὸ τοῦ τείχους ῥιφῆναι ἐκέλευσε, καὶ ἄταφον ἐπὶ πλεῖ στον καταλείπει χρόνον· τοὺς δὲ ἐν τέλει πάντας αἰχμαλώτους λαβὼν, καὶ τοῖς ὑπολειφθεῖσι χειροτο νήσας βασιλέα Ἰωακείμ, τὸν καὶ Ἰεχονίαν (υἱὸς δὲ οὗτος ἦν Ἰωακεὶμ), ἀπῆρεν εἰς Βαβυλῶνα. Τριῶν δὲ μηνῶν πρὸς ὀλίγαις ἡμέραις διελθόντων, στασιάσαντα τοῦτον μαθὼν, πάλιν ἀφικνεῖται· καὶ τοῦτον μὲν πεδήσας μετὰ πλήθους οὐκ ὀλίγου δορυ άλωτον ἀπάγει, καθίστησι δὲ βασιλέα τὸν τούτου μὲν θεῖον, τοῦ δὲ προτέρου Ἰωακεὶμ ἀδελφὸν, Ἰωσίου δὲ υἱὸν, Μαθανίαν, τὸν καὶ Σεδεκίαν, ὅρκους παρ' αὐτοῦ λαβὼν, ὡς καὶ τὴν περὶ αὐτὸν εὔνοιαν φυλάξει, καὶ τὸν δασμὸν κατὰ καιρὸν ἀποδώσει. Ἀλλὰ καὶ τούτου πάλιν παραβάντος τοὺς ὅρκους, καὶ μήτε τὸν δασμὸν ἀποδοῦναι θελήσαντος, μήτε τὴν 81.813 εὔνοιαν φυλάξαντος, ἀλλ' Αἰγυπτίοις προσπεφευ γότος, πολλὴν ἀγείρας στρατείαν ἀφίκετο, καὶ αὔτανδρον τὴν πόλιν λαβὼν, τά τε βασίλεια, καὶ τὸν θεῖον νεὼν, καὶ πᾶσαν λαμπρὰν ἐνέπρησεν οἰκίαν· τοὺς δὲ τὴν τοῦ λιμοῦ φθορὰν, καὶ τὴν πολεμικὴν διαφυγόντας σφαγὴν, ἅπαντας αἰχμαλώτους ἀπήγα γεν· καὶ τὰ σκεύη δὲ ἅπαντα, οὐ μόνον ὅσα ἐξ ὕλης ἀργύρου καὶ χρυσοῦ ἐπεποίητο, ἀλλὰ καὶ τοὺς ἐκ χαλκοῦ κατεσκευασμένους κίονας, καὶ τ' ἄλλα πάντα μετεκόμισεν εἰς Βαβυλῶνα. Ἡ Ἰεχονίου τοίνυν αἰχμαλωσία οὐ πρώτη ἦν, ὥς τισιν ἔδοξεν, ἀλλὰ τῶν Ἱεροσολύμων