1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

60

ὠφέλειαν ἐκ τῶν ἐμῶν παραινέσεων δεχομένους, εἴασα λοιπὸν αὐτοὺς τοῖς οἰκείοις ἀκο λουθεῖν λογισμοῖς, κυβερνᾷν αὐτοὺς οὐκ ἀνεχόμενος· τοῦτο καὶ ἐνταῦθα παρεδήλωσεν εἰρηκώς· "Μιανῶ αὐτοὺς ἐν τοῖς δόμασιν αὐτῶν." Σαφέστερον δὲ τοῦτο ὁ Ἀκύλας ἡρμήνευσεν εἰρηκώς· "Καὶ ἐμίανα αὐτοὺς ἐν τοῖς δόγμασιν αὐτῶν," ἐν τῷ παραγαγεῖν πᾶν διανοῖγον μήτραν· συνεχώρησα γὰρ αὐτοῖς μιαίνε σθαι τοῖς σφῶν ἐπιτηδεύμασιν ἐν τῷ διὰ πυρὸς παρ άγειν τὰ παιδία, καὶ τὰ πρωτότοκα τῶν παίδων προσφέρειν τοῖς δαίμοσι, τὰς ἀξίας αὐτοῖς λοιπὸν προσφέρων τιμωρίας. κζʹ, κηʹ. ∆ιὰ τοῦτο λάλησον πρὸς τὸν οἶκον Ἰσραὴλ, υἱὲ ἀνθρώπου, καὶ ἐρεῖς πρὸς αὐτούς· Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἕως καὶ τούτουπαρώργισάν με οἱ πατέρες ὑμῶν ἐν τοῖς πα ραπτώμασιν αὐτῶν, ἐν οἷς παρέπεσον εἰς ἐμέ. Καὶ εἰσήγαγον αὐτοὺς εἰς γῆν εἰς ἣν ἦρα τὴν χεῖρά μου τοῦ δοῦναί με αὐτὴν αὐτοῖς, καὶ εἶ δον πάντα βουνὸν ὑψηλὸν, καὶ πᾶν ξύλον κα τάσκιον, καὶ ἔθυσαν ἐκεῖ τοῖς θεοῖς αὑτῶν, καὶ ἔταξαν ἐκεῖ θυμὸν δώρων αὑτῶν, καὶ ἔθεντο ἐκεῖ ὀσμὴν εὐωδίας αὑτῶν, καὶ ἔσπεισαν ἐκεῖ σπονδὰς αὑτῶν. Οὐκ ἠρκέσθησαν, φησὶ, τῇ ἐν Αἰγύπτῳ ἀντιλογίᾳ, καὶ ταῖς ἐν τῇ ἐρήμῳ παρανο μίαις, ἀλλὰ καὶ εἰς τὴν ἐπαγγελθεῖσαν αὐτοῖς εἰσελ θόντες γῆν πολλῆς αὐτὴν ἀσεβείας ἐνέπλησαν, ἐν ἅπασι τοῖς βουνοῖς καὶ ἐν τοῖς ἄλσεσι βωμοὺς δειμά μενοι, καὶ εἴδωλα ἱδρυσάμενοι, καὶ σπονδὰς αὐτοῖς καὶ θυσίας διαφόρους προσενεγκόντες. Τὸ δὲ, "Ἔ ταξαν ἐκεῖ θυμὸν δώρων αὑτῶν·" ἀντὶ τοῦ Τοῖς πα ρανόμοις αὑτῶν ἐκείνοις δώροις τὸν ἐμὸν διήγειραν θυμόν. κθʹ. Καὶ εἶπον πρὸς αὐτοὺς, Τί ἐστιν Ἀβαμὰ (ἢ ὡς Σύμμαχος ἔφη, τί ἐστι Βαμά), ὅτι ὑμεῖς εἰσπορεύεσθε ἐκεῖ; καὶ ἐπεκάλεσαν τὸ ὄνομα αὐτοῦ Βαμὰ ἕως τῆς σήμερον ἡμέρας. Τόπος οὗτος ἐπίσημος ἐκ τῆς περὶ τὰ εἴδωλα δυσσεβείας γεγενη μένος. Εἶπεν τοίνυν αὐτοῖς, Ποῖον ἐκεῖθεν λαμβάνετε κέρδος; τίς ὑμῖν ἀπὸ τῆς Βαμὰ ὠφέλεια γενήσεται, ὅτι καὶ οὕτως αὐτὴν ἐπίσημον ἐποιήσατε, ὡς καὶ τὴν προσηγορίαν μέχρι τοῦ παρόντος βεβαίαν δια μεῖναι; λʹ, λαʹ. ∆ιὰ τοῦτο εἰπὲ πρὸς τὸν οἶκον τοῦ Ἰσ ραὴλ, Τάδε λέγει Ἀδωναῒ Κύριος· Εἰ ἐν ταῖς ἀνομίαις τῶν πατέρων ὑμῶν ὑμεῖς μιαίνεσθε, καὶ ὀπίσω τῶν βδελυγμάτων αὐτῶν ὑμεῖς ἐκπορεύε σθε· καὶ ἐν ταῖς ἀπαρχαῖς τῶν πόνων ὑμῶν, καὶ ἐν τοῖς ἀφορισμοῖς ὑμῶν ἐν τῷ διάγειν τὰ τέκνα ὑμῶν ἐν πυρὶ ὑμεῖς μιαίνεσθε, καὶ ἐν πᾶσι τοῖς ἐνθυμήμασιν ὑμῶν ἕως τῆς σήμερον ἡμέρας, 81.1000 καὶ ἐγὼ ἀποκριθῶ ὑμῖν, οἶκος Ἰσραὴλ, εἰ ἀποκριθήσομαι ὑμῖν, καὶ εἰ ἀναβήσεται ἐπὶ τὸ πνεῦμα ὑμῶν τοῦτο. Ἐλπίζετε, φησὶ, τῆς πατρῴας παρανομίας καὶ τῆς δυσσεβείας ἐν ὑμῖν πολιτευομέ νης, καὶ τούτων ἁπάντων ὧν διεξῆλθον ὑφ' ὑμῶν τολμωμένων, ἀποκρίσεώς τινος παρ' ἐμοῦ τυχεῖν. Μὴ ἐξαπατᾶτε ὑμᾶς αὐτούς· τῶν γὰρ ἀδυνάτων ἐμὲ πρὸς τὰς ὑμετέρας ἀποκρίνασθαι πεύσεις, τῆς ἀσε βείας παρ' ὑμῶν τολμωμένης. Πείθω δὲ ὑμᾶς διὰ τῶν πραγμάτων καὶ τὴν τοιαύτην ἀποῤῥίψαι ἐλπίδα· τοῦτο γὰρ ἐσήμανεν εἰρηκὼς, "Καὶ εἰ ἀναβήσεται ἐπὶ τὸ πνεῦμα ὑμῶν τοῦτο." λβʹ. Καὶ οὐκ ἔσται, ὃν τρόπον ὑμεῖς λέγετε, Ἐσόμεθα ὡς τὰ ἔθνη, καὶ ὡς αἱ φυλαὶ τῆς γῆς, τοῦ λατρεύειν ξύλοις καὶ λίθοις. Οὐ μὴν δὲ οὐδὲ ἐκεῖνο ὑμῶν πέρας λήψεται, ὅτι πᾶσι παραπλησίως τοῖς ἔθνεσι τὰ ξύλα καὶ τοὺς λίθους θεοποιοῦντες, τῷ Θεῷ πρέπον αὐτοῖς προσοίσετε γέρας. Κέχρηται πάλιν τῷ συνήθει ὅρκῳ· κατὰ γὰρ τὸν μακάριον Ἀπόστολον, ἐπειδὴ κατ' οὐδενὸς ἔχει μείζονος ὀμόσαι, φησί· λγʹ. ∆ιὰ τοῦτο, ζῶ ἐγὼ, λέγει Ἀδωναῒ Κύριος, εἰ μὴ ἐν χειρὶ κραταιᾷ, καὶ ἐν βραχίονι ὑψηλῷ, καὶ ἐν θυμῷ κεχυμένῳ βασιλεύσω ἐφ' ὑμᾶς. Οὐκ ἔτι γὰρ, φησὶ, τῇ συνήθει χρήσομαι μακροθυμίᾳ, ἀλλὰ τὴν βασιλείαν μου καὶ τὴν ἐξουσίαν διὰ παι δείας γυμνώσω· διὰ γὰρ τῆς "χειρὸς τῆς κραταιᾶς καὶ τοῦ ὑψηλοῦ βραχίονος," τὸ δυνατὸν ὁμοῦ καὶ τὸ τιμωρητικὸν παρεδήλωσεν· εἶτα καὶ τὸν τρόπον τῆς παιδείας διδάσκει. λδʹ. Καὶ ἐξάξω ὑμᾶς ἐκ τῶν λαῶν, καὶ εἰσ δέξομαι ὑμᾶς ἐκ τῶν χωρῶν, ὧν διεσπάρητε ἐν αὐτοῖς, ἐν χειρὶ κραταιᾷ, καὶ ἐν βραχίονι ὑψηλῷ, καὶ ἐν θυμῷ καιομένῳ. Πρῶτον μὲν γὰρ, φησὶ, τῆς νῦν κατεχούσης αἰχμαλωσίας ἐλευθερώσω, καὶ εἰς τὴν προτέραν