1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

93

Ταυτὸ δὴ τοῦτο καὶ ὁ μακάριος ᾔτει ∆αβίδ· "Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με." Ταύτην τὴν διαφορὰν καὶ ἐν τοῖς ἔναγχος ἡρμηνευμένοις ἔστιν ἰδεῖν. Τοῖς μὲν γὰρ ἄλλοις τέως οὐδὲν χρηστὸν ἐπηγγείλατο· τῷ δὲ Ἰσραὴλ ἀνάκλησιν, καὶ οἰκείωσιν, καὶ οἰκιῶν οἰ κοδομὴν, καὶ γηπονίαν, καὶ φυτουργίαν, καὶ ἀγαθῶν ἐλπίδα, καὶ τὸ πάντων κεφάλαιον τῶν ἀγαθῶν, τὴν θείαν ἐπίγνωσιν. Τούτων γὰρ, φησὶ, γενομένων, "γνώσονται ὅτι καὶ αὐτῶν εἰμι Κύριος, καὶ Θεὸς τῶν πατέρων αὐτῶν." Ταύτην καὶ ἡμᾶς γένοιτο διηνεκῶς ἔχειν τὴν γνῶσιν, ἵν' ἐξ ὅλης αὐτὸν καρ δίας, καὶ ἐξ ὅλης ψυχῆς, καὶ ἐξ ὅλης δυνάμεως, καὶ ἐξ ὅλης ἰσχύος ἀγαπήσωμεν, μὴ μερίζοντες τὸ φίλ τρον, ἀλλ' ὅλον ἀνατιθέντες ἐκεῖ, ἵν' αὐτὸν ἀναπνέω μεν, καὶ ἄσβεστον τὴν περὶ αὐτοῦ περιφέρωμεν μνήμην, καὶ καθήμενοι, καὶ διανιστάμενοι, καὶ κοι ταζόμενοι, καὶ πορευόμενοι ἐν ὁδῷ· οὕτω γὰρ καὶ τῆς παρ' αὐτοῦ προμηθείας διηνεκῶς ἀπολαυσόμεθα, καὶ τῶν ἐπηγγελμένων τευξόμεθα ἀγαθῶν, ἐν Χρι στῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 81.1104

ΤΟΜΟΣ ΙΒʹ. ΚΕΦΑΛΑΙΟΝ ΚΘʹ. αʹ, βʹ. Ἐν τῷ ἔτει τῷ δεκάτῳ, ἐν τῷ δωδε κάτῳ μηνὶ, μιᾷ τοῦ μηνὸς, ἐγένετο

λόγος Κυρίου πρός με, λέγων· Υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ βασιλέα Αἰγύπτου, καὶ προφήτευσον ἐπ' αὐτὸν, καὶ ἐπ' Αἴγυπτον ὅλην λάλησον. Πέρας ἐπιθεὶς ταῖς περὶ Τύρου προῤ ῥήσεσιν, ἐπὶ τὴν Αἴγυπτον μεταφέρει τὸν λόγον. γʹ. Καὶ εἰπέ· Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἰδοὺ ἐγὼ ἐπὶ σὲ, Φαραὼ βασιλεῦ Αἰγύπτου, τὸν δράκοντα τὸν καθήμενον ἐν μέσῳ τῶν ποτα μῶν, καὶ λέγοντα· Ἐμοί εἰσιν οἱ ποταμοὶ, καὶ ἐγὼ ἐποίησα αὐτούς. Τινὲς τῶν ἑρμηνευτῶν ἑνικῶς εἶπον τὸν ποταμὸν, οἱ δὲ Ἑβδομήκοντα πληθυντικῶς· ἀληθῆ δὲ ἀμφότερα· εἷς μὲν γὰρ ὁ Νεῖλος, αἱ δὲ τούτου διώρυγες πλεῖσται, ποταμὸς δὲ ἑκάστη διώρυξ ὑπὸ τῶν ἐγχωρίων καλεῖται. Ἐλέγ χει τοίνυν τοῦ Φαραὼ τὴν ἀλαζονείαν, καὶ δείκνυ σιν αὐτὸν μεγαλαυχούμενον ἐπὶ τοῖς ποταμοῖς, ὡς ὑπ' αὐτοῦ γεγενημένοις. ∆ράκοντα δὲ αὐτὸν καλεῖ, διὰ τὸ τυραννικὸν καὶ ἀντίθεον. Οὕτω γὰρ καὶ τὸν διάβολον ἡ θεία προσαγορεύει Γραφή· "Τῇ ἡμέρᾳ γὰρ, φησὶν, ἐκείνῃ ἐπάξει ὁ Θεὸς τὴν μάχαιραν τὴν ἁγίαν, καὶ τὴν μεγάλην, καὶ τὴν ἰσχυρὰν, ἐπὶ τὸν δράκοντα ὄφιν," καὶ τὰ ἑξῆς. δʹ-ʹ. Καὶ ἐγὼ δώσω χαλινὸν εἰς τὰς σιαγό νας σου, καὶ προσκολλήσω τοὺς ἰχθύας τοῦ ποταμοῦ πρὸς τὰς πτέρυγάς σου, καὶ ἀνάξω σε ἐκ μέσου τοῦ ποταμοῦ σου, καὶ πάντας τοὺς ἰχθύας τοῦ ποταμοῦ σου, καὶ ταῖς λεπίσι σου προσκολληθήσονται. Καὶ ἀποῤῥίψω εἰς τὴν ἔρη μόν σε καὶ πάντας τοὺς ἰχθύας τοῦ ποταμοῦ, καὶ καταβαλῶ σε ἐν τάχει, καὶ πάντας τοὺς ἰχθύας τοῦ ποταμοῦ σου· ἐπὶ πρόσωπον τοῦ πεδίου πεσῇ, καὶ οὐ μὴ συναχθῇς, καὶ οὐ μὴ περισταλῇς· τοῖς θηρίοις τῆς γῆς, καὶ τοῖς πετεινοῖς τοῦ οὐ ρανοῦ δέδωκά σε εἰς κατάβρωμα. Καὶ γνώσονται πάντες οἱ κατοικοῦντες Αἴγυπτον, ὅτι ἐγώ εἰμι Κύριος. Φοβερὰ τὰ ἠπειλημένα καὶ φρίκης μεστά· οὐ γὰρ μόνον αὐτὸν, ἀλλὰ καὶ τοὺς ὑπηκόους ἠπεί λησε παραδοῦναι σφαγῇ· ἰχθύας γὰρ προσκολλωμέ 81.1105 νους τοὺς ὑπηκόους προσηγόρευκε. Καὶ ὥσπερ ἐπὶ τῆς Τύρου τὰς τῆς ἀλληγορίας ἀφορμὰς ἀπὸ τῆς θαλάττης ἔλαβε (παραλία γὰρ ἡ πόλις), οὕτως ἐνταῦθα ἀπὸ ποταμοῦ κέχρηται τῇ τροπῇ. Λεπί δας δὲ αὐτοῦ καὶ πτέρυγας τὴν ἡγεμονίαν καὶ τὴν ἐξουσίαν ἐκάλεσε, αἷς οἱ ἀρχόμενοι τῆς τοῦ βασι λέως ἀναγκαίως ἐκοινώνησαν τιμωρίας. Ἱκανῶς δὲ διὰ τοῦ χαλινοῦ ᾐνίξατο τὰ πρὸ τοῦ χαλινοῦ σκιρ τήματα. Ἠπείλησε δὲ τοὺς μὲν εἰς ἔρημον χώραν ἐκπέμψειν δορυαλώτους, τοὺς δὲ σφαγῇ παραδώσειν, καὶ τοῖς θηρίοις καταλείψειν βοράν. Ἐπάγει δὲ καὶ τὴν αἰτίαν· Ἀνθ' ὧν ἐγενήθης ῥάβδος καλαμίνη τῷ οἴκῳ Ἰσραήλ. (ζʹ.) Ὅτε ἐπελάβοντό σου τῇ χειρὶ αὑτῶν, καὶ ἐθλάσθης, καὶ ὅτε