1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

40

διῆλθον ἐπὶ σὲ, καὶ εἶδόν σε πε φυρμένην ἐν τῷ αἵματι· καὶ εἶπόν σοι, Ἐν τῷ αἵματι ζώσῃ, καὶ εἶπόν σοι· Σὺν τῷ αἵματί σου ζωή· Πληθύνου ἀθώως, καθὼς τὴν ἀνατολὴν τοῦ ἀγροῦ δέδωκά σε. Θεασάμενος γάρ σε τῷ τῆς εἰδωλολατρείας αἵματι πεφυρμένην, καὶ τὰ αἵματα τῶν θυσιῶν ἀσπαζομένην, συνεχώρησά σοι θύειν, οὐκ εἰδώλοις, ἀλλ' ἐμοί. Τοῦτο γὰρ παρ εδήλωσεν εἰρηκώς· "Σὺν τῷ αἵματί σου ζωή· πληθύνου ἀθώως·" τουτέστι, Μὴ παρανόμως, ἀλλ' ἐννόμως· μὴ δαίμοσιν, ἀλλὰ Θεῷ θύουσα· τοῦτο γὰρ ποιοῦσα δίκην ἀρούρας εὐθαλοῦς βλαστήσεις, καὶ παντοδαποῖς κοσμηθήσῃ καρποῖς. "Καὶ ἐπλη θύνθης καὶ ἐμεγαλύνθης, καὶ εἰσῆλθες εἰς πόλεις πόλεων." Ἠκολούθησε, φησὶ, τῇ ἐμῇ εὐλογίᾳ τὸ ἔρ γον· ἐγὼ μὲν γὰρ εἶπον· Ὡς τὴν ἀνατολὴν τοῦ ἀγροῦ δέδωκά σε· σὺ δὲ δεξαμένη τὴν εὐλογίαν, καὶ πλῆθος ἐκτήσω, καὶ μέγεθος· ἐπίσημός τε καὶ περιφανὴς ἀπεφάνθης, καὶ τὰς μεγίστας τῶν πόλεων ἔσχες ὑποχειρίους. Οὕτω συντόμως δείξας αὐτὴν τὴν γένεσιν καὶ τὴν ἐπίδοσιν, πάλιν ἐξηγεῖται τὴν κατὰ μέρος αὔξησιν. "Οἱ μαστοί σου, φησὶν, ἀν ωρθώθησαν, καὶ ἡ θρίξ σου ἀνέτειλε." Τροπικῶς ἅπαντα ἐκ μεταφορᾶς τῶν παιδίων λέγει, τὴν πλείονα διάθεσιν διὰ τούτων ἐπιδεικνύς. Μαστοὺς δὲ καλεῖ τοῦ λογικοῦ τὴν διάκρισιν (τὴν γὰρ καρδίαν οἱ μαστοὶ συγκαλύπτουσι), τρίχας δὲ τὸν ἀπὸ τελειότητος γινό μενον κόσμον. "Σὺ δὲ ἦσθα, φησὶ, γυμνὴ, καὶ ἀσχημονοῦσα." Οὐδέπω γὰρ ἐδέξω τοῦ νόμου τὸ κάλυμμα 81.936 ηʹ. Καὶ διῆλθον διὰ σοῦ, καὶ εἶδόν σε· καὶ ἰδοὺ ὁ καιρός σου, καὶ καιρὸς καταλυόντων· καὶ διεπέτασα τὰς πτέρυγάς μου ἐπὶ σὲ, καὶ ἐκά λυψα τὴν ἀσχημοσύνην σου, καὶ ὤμοσά σοι, καὶ εἰσῆλθον ἐν διαθήκῃ μετὰ σοῦ, λέγει Ἀδωναῒ Κύ ριος. Θεασάμενος γάρ σε ἐπιτηδείαν λοιπὸν εἰς τὸ δέξασθαι τὴν διὰ τοῦ νόμου πρὸς ἐμὲ κοινωνίαν, ἐξ έτεινα μὲν οἷόν τινας πτέρυγας τῶν σωτηρίων ἐντο λῶν τὴν διδασκαλίαν, καὶ συνεκάλυψα τὴν τῆς ἀνο μίας γυμνότητα· τῷ δὲ συνοικεσίῳ καὶ προικῷον παρηκολούθησε γραμματεῖον. "Εἰσῆλθον γὰρ, φησὶν, ἐν διαθήκῃ μετὰ σοῦ." Ἐπειδὴ δὲ ἔδει καὶ ὅρκον ἐντε θῆναι τῷ γραμματείῳ, οὐδὲ τοῦτο ποιῆσαι παρῃτη σάμην· ἀλλ' ἀξιόχρεως ὢν καὶ λόγῳ μόνον ὑπισχνού μενος, καὶ ὅρκον τῷ λόγῳ προστέθεικα. Ῥᾴδιον δὲ τοῦτο καταμαθεῖν τῷ βουλομένῳ τοῖς τοῦ νόμου γράμ μασιν ἐντυχεῖν· εὑρήσει γὰρ καὶ ἐν τῇ τοῦ μακαρίου Μωσέως ᾠδῇ αὐτὸν τὸν τῶν ὅλων Θεὸν λέγοντα· "Ἀρῶ εἰς τὸν οὐρανὸν τὴν χεῖρά μου, καὶ ὀμοῦμαι τῇ δεξιᾷ μου, καὶ ἐρῶ· Ζῶ ἐγὼ εἰς τὸν αἰῶνα." "Καὶ ἐγένου μοι," φησί. Τουτέστι, Συνήφθης μοι, καὶ ὁ γάμος ἀπετελέσθη. θʹ, ιʹ. Καὶ ἔλουσά σε ἐν ὕδατι, καὶ ἔπλυνα τὸ αἷμά σου, καὶ ἔχρισά σε ἐν ἐλαίῳ. Καὶ ἐν έδυσά σε ποικίλα, καὶ ὑπέδυσά σε ὑάκινθον, καὶ ἔζωσά σε βύσσῳ, καὶ περιέβαλόν σε τριχ άπτῳ. Κατὰ μέρος τὰς οἰκείας διῆλθεν εὐεργε σίας· πρῶτον μὲν γὰρ, φησὶ, τῷ τῆς διδασκαλίας ἀπέπλυνα ὕδατι καὶ ἁγνισμοὺς δὲ καὶ περιῤῥαν τήρια προσενήνοχα. Ἔπειτα "ἔχρισά σε ἐλαίῳ." Τὰ τῆς ἱερωσύνης λοιπὸν ἐνταῦθα διεξέρχεται εἴδη. Οἱ ἱε ρεῖς γὰρ τῷ ἐλαίῳ τῷ ἁγίῳ ἐχρίοντο· αὐτοὶ δὲ καὶ τὴν βυσσίνην καὶ τὴν ὑακινθίνην ἐσθῆτα περιεβάλοντο. Αἰ νίττεται δὲ καὶ τὸν αὐτῷ τῷ λαῷ γενόμενον πλοῦτον, καὶ σωματικὸν, καὶ πνευματικὸν, διὰ τῆς αὑτοῦ κηδεμο νίας. "Καὶ περιέβαλόν σε τριχάπτῳ." Πλέγμα ἐστὶ τοῦτο ἀπὸ τριχῶν κατεσκευασμένον, ταῖς τῶν γυναι κῶν περιτιθέμενον κεφαλαῖς. Τροπικῶς τοίνυν τὴν ἐπιτεθεῖσαν αὐτοῖς εὐπρέπειαν διὰ τῆς παντοδαπῆς παρεδήλωσεν ἐπιμελείας. Αἰνίττεται δὲ, ὡς οἶμαι, καὶ τὴν σκηνὴν ἀπὸ δέῤῥεων τριχίνων κατεσκευασμέ νην, ἐν ᾗ καὶ αἱ περὶ ἁμαρτίας προσεφέροντο θυσίαι, καὶ αἱ περὶ τελειώσεως, ἀποκαλύψεις τε θεῖαι ἐγίνοντο ἐκ τοῦ ἱλαστηρίου, τῷ ἀρχιερεῖ τοῦ Θεοῦ προσ διαλεγομένου. ιαʹ, ιβʹ. Καὶ ἐκόσμησά σε κόσμῳ, καὶ περιέθηκα ψέλλια περὶ τὰς χεῖράς σου, καὶ κάθεμα ἐπὶ τρά χηλόν σου. Καὶ ἔδωκα ἐνώτιον ἐπὶ τὸν μυκτῆρά σου, καὶ τροχίσκους ἐπὶ τὰ ὠτία σου, καὶ στέ φανον καυχήσεως ἐπὶ τῆς κεφαλῆς σου. Ἕκα στον δὲ τούτων τροπικῶς προσήκει νοεῖν. "Ψέλλια μὲν ταῖς χερσὶ περιτιθέμενα," τὴν πρακτικὴν ἀρετήν· 81.937 περιδέῤῥαιον