1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

113

οἰκουμένην ἐμπλήσαντες, οὐκ ἔτι ὑπὸ τῶν ἐν τῇ ἀσεβείᾳ διαμεινάντων ὀνειδιζό μεθα, ἀλλὰ μᾶλλον διαφθονούμεθα, καὶ ζηλοτυπού μεθα· καὶ Ἰουδαῖοι μετὰ τὴν Βαβυλῶνος ἐπάνοδον, τῆς αἰχμαλωσίας ἀπαλλαγέντες, τὸ οἰκεῖον ἀνεκτή σαντο φρόνημα. λʹ. Καὶ γνώσονται, ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς αὐτῶν, καὶ αὐτοὶ λαός μου, οἶκος Ἰσραὴλ, λέγει Ἀδωναῒ Κύριος. Ἀναγκαῖον μνημονεῦσαι τῶν τοῦ Ἀποστόλου ῥημάτων, ὅτι "Οὐ πάντες οἱ ἐξ Ἱερουσαλὴμ, οὗτοι Ἰσραὴλ, οὐδ' ὅτι εἰσὶ σπέρμα Ἀβραὰμ, πάντες τέκνα." Προσθεῖναι δὲ 81.1168 τούτοις προσήκει τοῦ θεσπεσίου Ἰωάννου τοῦ Βα πτιστοῦ τὰ πρὸς τοὺς Φαρισαίους εἰρημένα, ὅτι "∆ύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ." Ἐξ ὧν δῆλον, ὅτι πάντες οἱ πιστεύσαντες, καὶ τὸν τῶν ὅλων Θεὸν διὰ τῆς πί στεως ὁρῶντες, ὡς ἰδεῖν δυνατὸν, Ἰσραὴλ χρημα τίζουσι· τοῦτο γὰρ ἑρμηνεύει τὸ ὄνομα· καὶ ἐπ' ἐκείνων δὲ τοῦτο συνέβη μετὰ τὴν ἐπάνοδον, καὶ ἡμῖν κυριώτερον καὶ ἀληθέστερον ἁρμόττει ἡ προφητεία, ὅσῳ οὐ τύπος τὰ ἡμέτερα, ἀλλὰ ἀλήθεια. λαʹ. Καὶ ὑμεῖς πρόβατά μου, φησὶ, καὶ πρό βατα νομῆς μου. Καὶ δεικνὺς, ὅτι οὐ μόνον πρὸς τὸν Ἰσραὴλ ὁ λόγος, ἀλλὰ πρὸς πᾶσαν τῶν ἀνθρώ πων φύσιν, ἀναγκαίως προστέθεικεν· "Ἄνθρωποί ἐστε, καὶ ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, λέγει Ἀδωναῒ Κύριος." Ὑμεῖς μὲν γὰρ τῆς θηριωδίας ἀπαλλαγέντες, τὸ προσῆκον τῶν ἀνθρώπων τῇ φύσει κτή σασθε φρόνημα· ἐγὼ δὲ ὑμῶν ἔσομαι Θεὸς καὶ Κύριος, πᾶσαν ὑμῶν πρόνοιαν καὶ κηδεμονίαν ποιού μενος. Ἡ μὲν οὖν προφητεία ταύτην ἔχει τὴν διά νοιαν. Ἐγὼ δὲ τὸ μὲν Ἰουδαίους συνήθως ἀνοηταίνειν οὐδὲν ἡγοῦμαι καινὸν, θαυμάζω δὲ τῶν ἡ μετέρων ἐνίους τολμῶντας ἅπαντα εἰς τὸν Ζορο βάβελ λαμβάνειν, καὶ μὴ συνιέντας, ὅτι τῶν εἰρη μένων τὰ πλεῖστα ἀντικρύς ἐστιν ἐναντία τῶν ὑπ' ἐκείνου γεγενημένων· τὸ γάρ· "∆ιαθήσομαι τῷ ∆αβὶδ διαθήκην εἰρήνης, καὶ ἀφανιῶ θηρία πονηρὰ ἀπὸ τῆς γῆς, καὶ κατοικήσουσιν ἐν τῇ ἐρήμῳ πεποι θότες, καὶ ὑπνώσουσιν ἐν τοῖς δρυμοῖς." Καί· "Κατοικήσουσιν ἐπ' ἐλπίδι, καὶ οὐκ ἔσται ὁ ἐκ φοβῶν αὐτοὺς, καὶ ἀναστήσω αὐτοῖς φυτὸν εἰρήνης εἰς ὄνομα, καὶ οὐκ ἔτι ἔσονται ἀπολλύμενοι ἐν λιμῷ ἐπὶ τῆς γῆς, καὶ οὐ μὴ ἐνέγκωσιν οὐκ ἔτι ὀνειδισμὸν ἐθνῶν·" παντελῶς ἐναντία τῇ περὶ ἐκείνου ἱστορίᾳ ὄντα τυγχάνει. Ἐκεῖνος γὰρ ἐκ τῆς Βαβυλῶνος ἐπανελθὼν, καὶ ἀνοικοδομεῖν ἀρξάμενος τὸν θεῖον νεὼν, ὑπὸ τῶν πλησιοχώρων ἐθνῶν διεκω λύθη τέλος ἐπιθεῖναι τῷ ἔργῳ. ∆ιὸ ἓξ καὶ τεσσαρά κοντα διαδραμόντων ἐτῶν, καὶ κατὰ τὴν παλαιὰν ἱστορίαν, καὶ κατὰ τὴν τῶν Εὐαγγελίων μαρτυρίαν, μόνος ὁ νεὼς ἐνεουργήθη· μετὰ δὲ ἄλλα δύο καὶ ὀγδοήκοντα ἔτη τοὺς περιβόλους ἡ πόλις ἀπέλαβε, Νεεμίου τούτους ἀναστήσαντος ἐν τῷ δευτέρῳ καὶ τριακοστῷ τῆς Ἀρταξέρξου βασιλείας. ∆ιδάσκει δὲ ἡμᾶς ἡ τοῦ Ἔσδρα συγγραφὴ, ὅτι τοσοῦτο δέος τοῖς οἰκοδομοῦσιν ἐπέκειτο, ὡς ἀναγκάζεσθαι σιδη ροφοροῦντας οἰκοδομεῖν, καὶ κατὰ ταυτὸν τούς τε λίθους προσφέρειν, καὶ κατὰ τῶν πολεμίων ἀφιέναι τὰ βέλη. Πῶς τοίνυν ἁρμόττει τοῖς τοιούτοις τὸ, "Οὐκ ἔσται ὁ ἐκφοβῶν αὐτοὺς," ἢ τὸ, "Ἀναστήσω αὐτοῖς φυτὸν εἰρήνης," ἢ τὸ, "Οὐκ ἔσονται ὀλίγοι ἐν ἀριθμῶ;" ∆ιδάσκει δὲ ἡμᾶς πάλιν ὁ Ἔσδρας, 81.1169 ὅτι πόνῳ πολλῷ χρησάμενος ὁ Νεεμίας μόγις τοὺς ἱερέας ἀνέπεισε τὴν ἐν τοῖς χωρίοις καταλιπεῖν δίαιταν καὶ τὴν πόλιν οἰκῆσαι· καὶ τὰ ἄλλα δὲ ὁμοίως ῥᾴδιον τοῖς φιλομαθέσι παραθεῖναι τῇ ἱστο ρίᾳ, καὶ τὴν διαφωνίαν καταμαθεῖν. Οὐκοῦν ἔνια μὲν ἐκείνοις ἁρμόττει, τὰ δὲ πλεῖστα τῇ τῆς οἰκου μένης σωτηρίᾳ. Καταλιπόντες τοίνυν Ἰουδαίους ληρεῖν, οἳ εἰς τὴν ψυχὴν μετέθεσαν τῶν τοῦ σώ ματος ὀφθαλμῶν τῆς οἰκείας μητρὸς, τῆς Λείας, φημὶ, τὴν ἀσθένειαν, καὶ βλέπειν οὐκ ἐθέλουσι τὴν ἀλήθειαν, τοὺς ὁμοπίστους παρακαλοῦμεν, πάντα μὲν δοκιμάζειν, τὸ δὲ καλὸν κατέχειν, κατὰ τὸν θεῖον Ἀπόστολον, καὶ ὅπερ ἐπὶ τῶν σιτίων ποιεῖν εἰώθα μεν, τοῦ ἀηδοῦς τὸ ἡδὺ προτιμῶντες, καὶ μέντοι καὶ τοῦ ἡδέος τὸ ἥδιον προαιρούμενοι, τοῦτο καὶ ἐπὶ τῶν θείων λογίων ποιεῖν· νοῦς μὲν γὰρ, ᾗ φησιν ὁ Ἰὼβ, ῥήματα διακρίνει, λάρυγξ δὲ σῖτα γεύεται, καὶ ἐν πολλῷ χρόνῳ