1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

59

διεφύλαξε, καὶ εἰς τὴν ἐπηγγελμένην τοῖς προγόνοις εἰσήγαγε γῆν. ιηʹ-κʹ. Καὶ εἶπον, φησὶ, πρὸς τὰ τέκνα αὐτῶν ἐν τῇ ἐρήμῳ· Ἐν τοῖς νομίμοις τῶν πατέρων ὑμῶν μὴ πορεύεσθε, καὶ τὰ δικαιώματα αὐτῶν μὴ φυλάττεσθε, καὶ ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν μὴ συναναμίγνυσθε. Ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν· ἐν τοῖς προστάγμασί μου πορεύεσθε, καὶ τὰ δι καιώματά μου φυλάττεσθε, καὶ ποιεῖτε αὐτά. Καὶ τὰ Σάββατά μου ἁγιάζετε αὐτὰ, καὶ ἔσται εἰς σημεῖον ἐμοῦ καὶ ἀναμέσον ὑμῶν, τοῦ γι νώσκειν ὅτι ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν. Καὶ τοῖς τέκνοις δὲ αὐτῶν, φησὶ, τῆς τῶν πατέρων χωρισθεῖσι διδασκαλίας, παρῄνουν ἐν τῇ ἐρήμῳ, καὶ συνεβού λευον ἀπαλλαγῆναι μὲν τῶν πατρῴων ἠθῶν, τὴν δὲ ἐμὴν δεσποτείαν ἐπιγνῶναι, καὶ τοῖς ἐμοῖς προστά γμασιν ἕπεσθαι, καὶ τὰ δοθέντα πληροῦν δικαιώ ματα, καὶ τῇ τῶν Σαββάτων φυλακῇ τὸ τῆς πολι τείας ἰδιάζον γνωρίζειν, καὶ ποδηγεῖσθαι πρὸς τὸν νομοθέτην διὰ τὸν νόμον· ἀλλὰ καὶ οὗτοι, φησὶ, τῶν νόμων τούτων καταφρονοῦντες διετέλεσαν. Καὶ τοῦτο δηλῶν ἐπήγαγε· καʹ. Καὶ παρεπίκρανάν με καὶ τὰ τέκνα αὐ τῶν· ἐν τοῖς προστάγμασί μου οὐκ ἐπορεύθη σαν, καὶ τὰ δικαιώματά μου οὐκ ἐφυλάξαντο τοῦ ποιῆσαι αὐτὰ, ἃ ποιήσει ἄνθρωπος αὐτὰ, καὶ ζήσεται ἐν αὐτοῖς, καὶ τὰ Σάββατά μου ἐβεβή 81.996 λωσαν. Εἶτα προστίθησιν, ὅτι καὶ τούτους πάλιν δίκας ἐβουλήθην εἰσπράξασθαι τῆς ἀσεβείας, καὶ τοὺς μὲν αἰχμαλωσίᾳ, τοὺς δὲ σφαγῇ παραδοῦναι. Τοῦτο γὰρ ἐσήμανεν εἰρηκώς· κγʹ. Καὶ ἐξῆρα τὴν χεῖρά μου ἐπ' αὐτοὺς ἐν τῇ ἐρήμῳ, τοῦ διασκορπίσαι αὐτοὺς ἐν τοῖς ἔθνεσι, καὶ διασπεῖραι αὐτοὺς ἐν ταῖς χώραις. Ἵνα δὲ μή τις ἐντεῦθεν βλάβη καὶ Αἰγυπτίοις γένηται, καὶ Χα ναναίοις, τοῦτο μὲν, φησὶν, οὐκ ἐποίησα, ἀλλὰ, κεʹ. Καὶ δέδωκα αὐτοῖς προστάγματα οὐ καλὰ, καὶ δικαιώματα ἐν οἷς οὐ ζήσονται ἐν αὐ τοῖς. Τινὲς οὖν ταῦτα εἰς τὴν τῶν εἰδώλων ἔλαβον θεραπείαν, τὸ ἔδωκα ἀντὶ τοῦ συνεχώρησα νενοη κότες· δῆλοι δέ εἰσιν οὐδαμῶς τὴν τῶν εἰρημένων κατειληφότες διάνοιαν. Τὴν γὰρ ἀσεβῆ τῶν εἰδώλων θρησκείαν οὐδεὶς ἂν εὖ φρονῶν εἴποι οὐ καλὴν, ἀλλὰ λίαν κακήν. Οὐ τοίνυν ἡ τῆς σοφίας πηγὴ, τῆς εὐ σεβείας ὁ νομοθέτης, ὁ τῆς ἀσεβείας κατήγορος, τὴν ἐσχάτην ἀσέβειαν οὐ καλὴν προσηγόρευσεν· ὅρον γὰρ αὐτὴν ὀνομάζει κακίας. Ἄλλα τοιγαροῦν ὁ λόγος αἰνίττεται. Ἐπειδὴ γὰρ, φησὶν, ἔδωκα αὐτοῖς δικαιώ ματα "ἃ ποιήσει αὐτὰ ἄνθρωπος, καὶ ζήσεται ἐν αὐτοῖς·" λέγει δὲ διὰ τούτων τοὺς δέκα λόγους τοῦ νόμου· παρέβησαν δὲ ταῦτα, καὶ πατοῦντες ἀδεῶς διετέλεσαν, ἑτέροις αὐτοὺς προστάγμασι προσέδησα καὶ προσήλωσα, ζωὴν μὲν αὐτοῖς οὐδεμίαν δυναμέ νοις παρέχειν, τῇ δὲ περὶ αὐτὰ φυλακῇ τε καὶ ἀσχο λίᾳ τὴν τῶν ἀναγκαίων νόμων ἐκείνων παράβασιν παύονται. Αἰνίττεται δὲ διὰ τούτων τὰς περὶ λέπρας, καὶ ὀστέου νεκροῦ, καὶ θνησιμαίου, καὶ γονοῤῥυοῦς, καὶ τῶν ἄλλων τῶν τοιούτων ἐντολὰς, καὶ τὰ συχνὰ διὰ ταῦτα περιῤῥαντήρια, καὶ τὰς ὑπὲρ τούτων προσφερομένας θυσίας· περὶ γὰρ τῶν τοιούτων εἱλούμενοι φυλακὴν, οὐκ ἔθ' ὁμοίως τῶν ἀναγ καίων ἐκείνων καὶ ὠφελίμων καταφρονεῖν ἠδύναντο νόμων· διὰ τοῦτο οὐκ ἔφη δεδωκέναι αὐτοῖς προστά γματα κακὰ, ἀλλ' οὐ καλά. Οὔτε γὰρ κακίαν ἐδίδα σκεν, οὔτε ἀρετῆς αὐτὰ καθ' ἑαυτὰ ποιητικὰ ὄντα ἐτύγχανεν, ἀλλὰ συχνῶς φοιτᾷν εἰς τὸν θεῖον νεὼν, καὶ τῷ Θεῷ προσεδρεύειν ἠνάγκαζεν. Ὁ γὰρ με μιάνθαι πιστεύων ἐπὶ τὴν κάθαρσιν ἔτρεχεν, ἀφ ικνούμενος δὲ μνήμην ἐλάμβανε τοῦ Θεοῦ. Αὕτη δὲ ἡ μνήμη τὴν δυσσεβῆ γνώμην ἐξώριζε, καὶ τοὺς θείους νόμους φυλάττειν ἀνέπειθεν· αὐτὰ τοίνυν καθ' ἑαυτὰ, οὐ καλά· οὐ γὰρ τῷ θείῳ συνέβαινε σκο πῷ, ἀλλὰ τῇ τῶν νομοθετουμένων ἥρμοττεν ἀσθε νείᾳ· οὐ καλὰ δὲ ὅμως αὐτὰ, οὐδὲ ἀναγκαῖα, ἦγεν δὲ ἐπὶ τὰ καλὰ καὶ ἀναγκαῖα. Τούτοις ἐπάγει· κʹ. Καὶ μιανῶ αὐτοὺς ἐν τοῖς δόμασιν, ἐν τῷ διαπορεύεσθαί με πᾶν διανοῖγον μήτραν, ὅπως ἀφανίσω αὐτοὺς, ἵνα γνῶσιν ὅτι ἐγὼ Κύ ριος. Τοῦτο ἔοικε τῷ διὰ τοῦ μακαρίου ∆αβὶδ ὑπὸ τοῦ Θεοῦ εἰρημένῳ· "Καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ 81.997 τὰ ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν· πορεύσονται ἐν τοῖς ἐπιτηδεύμασιν αὑτῶν." Ἐπειδὴ γὰρ εἶδον αὐ τοὺς οὐδεμίαν