1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

23

αἰτίαν· 81.880 "∆ιότι πλήρης ἡ γῆ λαῶν, καὶ ἡ πόλις πλήρης ἀνομιῶν." Ἀπεικάζεται γὰρ, φησὶ, τῆς τούτων παρανομίας τὸ πλῆθος τῷ πλήθει τῶν κατὰ τὴν οἰκουμένην ἀνθρώπων. κδʹ. Καὶ ἄξω πονηροὺς ἐθνῶν, καὶ κατακληρο νομήσουσι τοὺς οἴκους αὐτῶν, καὶ ἀπο στρέψω τὸ φρύαγμα τῆς ἰσχύος αὐτῶν, καὶ μιανθήσονται τὰ ἅγια αὐτῶν. Καὶ οὐκ εἶπε, Τὰ ἅγιά μου, ἀλλὰ Τὰ ἅγια αὐτῶν· τουτέστι, Τὰ ὑπ' αὐτῶν ἀφιερωθέντα μοι, ὧν ἐγὼ μὲν οὐκ ἐδεόμην· διὰ δὲ τὴν αὐτῶν ἐπιμέλειαν κατεδεξάμην. Ἀλλὰ πάλιν ταῦτα διὰ τὴν αὐτῶν παρανομίαν μιαινόμενα καὶ πατούμενα περιόψομαι. κεʹ. Ἐξιλασμὸς ἥξει, καὶ ζητήσεις εἰρή νην, καὶ οὐκ ἔσται. ∆εηθήσονται δὲ, φησὶν, ἐν τῇ ἀκμῇ τῶν κακῶν τυχεῖν εὐμενείας καὶ ἀπαλλαγῆς, καὶ οὐ τεύξονται. κ ϛʹ. Οὐαὶ ἐπὶ οὐαὶ ἔσται, καὶ ἀγγελία ἐπὶ ἀγγελίαν. Κακὰ δὲ ἐκ κακῶν αὐτοῖς διαδέξεται, καὶ φήμη πονηρὰ, πονηρὰν διαδέξεται φήμην. "Καὶ ζητηθήσεται ὅρασις ἐκ προφήτου, καὶ νόμος ἀπολεῖ ται ἐξ ἱερέως, καὶ βουλὴ ἐκ πρεσβυτέρων" Ταῦτα καὶ νῦν ἐστιν ἔτι καὶ σήμερον παρ' αὐτοῖς κρατοῦντα· οὔτε γὰρ ἱερωσύνη κατὰ νόμους παρ' αὐτοῖς πολιτεύεται, καὶ τῆς προφητείας ἡ χάρις ἀπέσβη. κζʹ. Ὁ βασιλεὺς πενθήσει, καὶ ὁ ἄρχων ἐνδύ σεται ἀφανισμὸν, καὶ αἱ χεῖρες τοῦ λαοῦ τῆς γῆς παραλυθήσονται. Τοῦτο σαφέστερον ἡμᾶς ὁ Ἱερεμίας διδάσκει, τὰ κατὰ τὸν Σεδεκίαν ἐξηγού μενος, καὶ τὴν ἐκείνου φυγήν. "Κατὰ τὰς ὁδοὺς αὐτῶν ποιήσω αὐτοῖς, καὶ κρίμασιν αὐτῶν ἐκ δικήσω ἐπ' αὐτοὺς, καὶ γνώσονται ὅτι ἐγὼ Κύριος" Ταύτας, φησὶν, αὐτοὺς εἰσπράξομαι τὰς δίκας, ὑπὲρ ὧν ἐπλημμέλησαν ἀπαιτῶν τὰς εὐθύνας. ∆ιὸ προσ ήκει πάντας ἡμᾶς, ἐξ ἑκάστου τῶν εἰρημένων ὄνησιν δρεπομένους, μὴ κινεῖν πονηρίᾳ τὴν καθ' ἡμῶν τιμωρίαν, ἀλλὰ τοῖς τῆς μετανοίας δακρύοις θερα πεύειν τῆς ἁμαρτίας τὰ τραύματα, ἵνα μὴ ὑπέραν τλον τὸ σκάφος γενόμενον ὑποβρυχίους ἡμᾶς ἀπ εργάσηται, κατὰ δίκαια τοῦ Θεοῦ κρίματα· ᾧ πρέπει δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 81.881

ΤΟΜΟΣ Γʹ. ΚΕΦΑΛ. Ηʹ. α Καὶ ἐγένετο ἐν τῷ ἕκτῳ ἔτει, ἐν τῷ πέμ πτῳ μηνὶ, πέμπτῃ τοῦ μηνὸς, ἐγὼ

ἐκαθήμην ἐν τῷ οἴκῳ, καὶ οἱ πρεσβύτεροι Ἰούδα ἐκάθηντο ἐνώπιόν μου. ∆ῆλός ἐστιν ὁ προφήτης σὺν τῷ Ἰε χονίᾳ τῇ αἰχμαλωσίᾳ περιπεσών· διὸ πανταχοῦ αὐτὸν ἐπισημαίνεται τὸν χρόνον. ∆ιετέλει δὲ οἷόν τις παιδονόμος τοὺς ἐν τῇ αἰχμαλωσίᾳ ῥυθμίζων, καὶ πρὸς τὸ θεῖον βούλημα ποδηγῶν· καὶ τοῦτο ἐδή λωσεν εἰπὼν, "Οἱ πρεσβύτεροι Ἰούδα ἐκάθηντο ἐνώπιόν μου." Εἶτα ἐπάγει· "Καὶ ἐγένετο ἐπ' ἐμὲ χεὶρ Ἀδωναῒ Κυρίου." Τὴν τοῦ θείου Πνεύματος ἐνέργειαν χεῖρα Κυρίου προσαγορεύει. βʹ. Καὶ ἴδον, καὶ ἰδοὺ ὁμοίωμα ἀνδρὸς ἀπὸ τῆς ὀσφύος αὐτοῦ καὶ ἕως κάτω πῦρ, καὶ ἀπὸ τῆς ὀσφύος αὐτοῦ ὑπεράνω, ὡς ὅρασις φέγγους, ὡς εἶδος ἠλέκτρου. Ὃν ἐπὶ τῶν Χερουβὶμ ἐθεάσατο, τοῦτον ὁρᾷ δίχα τῶν Χερουβίμ· ποτὲ μὲν γὰρ αὐτῷ φοβερῶς, ποτὲ δὲ ἡμέρως ἐπιφαίνεται, πάντα πρὸς τὴν χρείαν οἰκονομῶν· αὐτοῦ γάρ ἐστι φωνὴ, "Ἐγὼ ὁράσεις ἐπλήθυνα, καὶ ἐν χερσὶ προφητῶν ὡμοιώ θην," Οὐ κατ' οὐσίαν ὤφθην· διὸ καὶ ὁ προφήτης ὁμοίωμα λέγει ἑωρακέναι. γʹ. Καὶ ἐξέτεινε, φησὶν, ὁμοίωμα χειρὸς ἀνθρώ που, καὶ ἀνέλαβέ με τῆς κορυφῆς τῆς κεφαλῆς μου, καὶ ἀνέλαβέ με Πνεῦμα ἀναμέσον τῆς γῆς, καὶ ἀναμέσον τοῦ οὐρανοῦ, καὶ ἤγαγέ με εἰς Ἱερουσαλὴμ ἐν ὁράσει Θεοῦ, ἐπὶ τὰ πρόθυρα τῆς πύλης τῆς ἐσωτέρας, τῆς βλεπούσης πρὸς βοῤ ῥᾶν, οὗ ἦν ἡ στήλη τῆς εἰκόνος τοῦ ζήλου τοῦ κτωμένου. Ἐπιστῆσαι δεῖ, ὅτι ἐν ὁράσει Θεοῦ ταῦτα ὁ προφήτης ἔφη ἑωρακέναι. Οὐ τοίνυν σωμα τικὴ ἦν μετάθεσις, οὐδὲ τῶν τῆς σαρκὸς ὀφθαλ μῶν ἡ θεωρία, ἀλλ' ἐν τῷ οἴκῳ καθήμενος με ταξὺ τῶν πρεσβυτέρων Ἰούδα, ταύτην ἅπασαν τὴν ὀπτασίαν ἑώρα· καὶ τοῦτο μετὰ τὴν ταύτης διήγη σιν δῆλον ποιεῖ· "Ἀνέβην γὰρ, φησὶν, ἀπὸ τῆς ὁράσεώς μου,"