1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

22

ὀργή μου εἰς πᾶν τὸ πλῆθος αὐτῆς. Ἐπειδὴ νομίζετε, φησὶ, ψευδῆ εἶναι τὰ παρ' ἐμοῦ προλεγόμενα, χρήσασθε ταῖς σάλπιγξι ταῖς ὑμετέ ραις, νομίσατε πάντων εἶναι κρείττους· ἀλλ' οὐδὲν ἐντεῦθεν ὠφεληθήσεσθε· οὐχ ἕξετε γὰρ τοὺς πολε μῆσαι δυναμένους· κοινῇ γὰρ πᾶσι τὴν παντοδαπὴν ἐπιφέρω τιμωρίαν. ιεʹ. Ὁ πόλεμος, καὶ ἡ ῥομφαία ἔξωθεν, καὶ ὁ λιμὸς, καὶ ὁ θάνατος ἔσωθεν. Ὁ ἐν τῷ πεδίῳ ἐν ῥομφαίᾳ τελευτήσει, τοὺς δὲ ἐν τῇ πόλει λι μὸς καὶ θάνατος συντελέσει. Πῶς τοίνυν, φησὶ, δυνήσεσθε πολεμεῖν, ὑπὸ τοσούτων καὶ τηλικούτων κακῶν περιστοιχιζόμενοι; ι ϛʹ. Καὶ ἀνασωθήσονται, φησὶν, οἱ ἀνασωζό μενοι ἐξ αὐτῶν, καὶ ἔσονται ἐπὶ τῶν ὀρέων, ὡς περιστεραὶ μελετητικαί. Ὀδυρόμενοι γὰρ καὶ θρηνοῦντες περιστεραῖς μελετώσαις ἀπεικασθή σονται· στένουσι γὰρ ἔοικε τῶν περιστερῶν ἡ φωνή. "Πάντας, φησὶν, ἀποκτενῶ, ἕκαστον ἐν ταῖς ἀδικίαις αὑτοῦ." Οὐκ ἀδίκως ἐπάξω τὴν τιμωρίαν, ἀλλὰ τὰς ἀξίας ἕκαστον ἀπαιτήσω δίκας. ιζʹ. Πᾶσαι χεῖρες ἐκλυθήσονται, καὶ πάντες μηροὶ μολυνθήσονται ὑγρασίᾳ. Ἑκάτερον τῆς δειλίας σημεῖον. ιηʹ. Καὶ περιζώσονται σάκκους, καὶ καλύψει αὐτοὺς θάμβος, καὶ ἐπὶ πᾶν πρόσωπον αἰ σχύνη, καὶ ἐπὶ πᾶσαν κεφαλὴν φαλάκρω μα. Ὅταν γὰρ, φησὶν, ἴδωσι τῶν ἐπιφερομένων κα κῶν τὸ νέφος, καὶ οὐδεμίαν οὐδαμόθεν ἀναφαινο μένην βοήθειαν, τότε ἀπαγορεύοντες ῥίψουσι μὲν τὰ πολεμικὰ ὅπλα, τὸ δὲ πένθιμον ἀναλήψονται σχῆμα· διὸ καὶ σάκκου ἐμνημόνευσε, καὶ κεφαλῆς ἐξυρημέ νης· ταῦτα γὰρ εἰώθασιν οἱ τηνικάδε πενθοῦντες ἐπιτηδεύειν. 81.877 ιθʹ. Καὶ τὸ ἀργύριον αὐτῶν ἐν ταῖς πλατείαις ῥιφήσεται, καὶ τὸ χρυσίον αὐτῶν ὑπεροφθήσε ται. Εἶτα καὶ τὴν αἰτίαν τῆς τῶν χρημάτων ὑπεροψίας διδάσκει. "Τὸ γὰρ ἀργύριον αὐτῶν, καὶ τὸ χρυσίον, οὐ δύναται ἐξελέσθαι αὐτοὺς ἐν ἡμέρᾳ ὀργῆς Κυρίου." Ὁρῶντες γὰρ ἀνόνητον τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου τὴν κτῆσιν, περιόψονται αὐτὰ ἐῤ ῥιμμένα, οὐκέτι τὴν προτέραν ποιούμενοι φυλακήν. "Αἱ ψυχαὶ αὐτῶν οὐ μὴ ἐμπλησθῶσι, καὶ αἱ κοιλίαι αὐτῶν οὐ πληρωθῶσι· διότι βάσανος τῶν ἀδικιῶν αὐτῶν ἐγένετο. Ποίαν γὰρ αὐτοῖς ὄνησιν παρέξει χρυσὸς ἢ ἄργυρος, λιμοῦ πολεμοῦντος, καὶ τῆς σπάνεως τῶν ἀναγκαίων ἐπικειμένης, δι' ἣν κεναὶ μὲν τροφῆς αἱ γαστέρες, αἱ δὲ ψυχαὶ τῶν σιτίων ἐφίενται, ἡ δὲ βάσανος καὶ ἡ ἐξέτασις τῶν ἀδικιῶν αὐτῶν γίνεται; Εἶτα διδάσκει πάλιν τὰς αἰτίας τῆς τιμωρίας. κʹ. Ἐκλεκτὰ κόσμου εἰς ὑπερηφανίαν ἔθεντο αὐτὰ, καὶ εἰκόνας τῶν βδελυγμάτων αὐτῶν καὶ προσοχθισμάτων ἐποίησαν ἐξ αὐτῶν. Τὸν γὰρ χρυσὸν, καὶ τὸν ἄργυρον, καὶ τοὺς τιμίους λίθους, ὕλην ἔσχον ἀλαζονείας ὁμοῦ καὶ ἀσεβείας, πολυτελῆ μὲν κόσμον ἑαυτοῖς ἐκεῖθεν κατασκευάζοντες, εἰς εἰδώλων δὲ ἐργασίαν τὰ πλεῖστα δαπανῶντες. Ἕνεκεν τούτου, φησὶ, δέδωκα αὐτὰ αὐτοῖς εἰς ἀκαθαρσίαν. (καʹ, κβʹ.) Καὶ παραδώσω αὐτὰ εἰς χεῖρας ἀλλοτρίων τοῦ διαρπάσαι αὐτὰ, καὶ τοῖς λοιμοῖς τῆς γῆς εἰς σκῦλα, καὶ βεβηλώσουσιν αὐτά. Καὶ ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ' αὐτῶν. Λοιμοὺς δὲ τῆς γῆς τοὺς Βαβυλωνίους ἐκά λεσεν, ὠμοτάτους ὄντας καὶ παρανομωτάτους, καὶ δυσσεβείᾳ πάσῃ συντεθραμμένους· Τούτοις, φησὶ, παραδώσω ἃ κατεσκευάσατε χρυσᾶ εἴδωλα καὶ ἀρ γυρᾶ, καὶ ὃν ἐποιήσατε ὑμῖν αὐτοῖς πολυτελῆ κόσμον. Καὶ βεβηλώσουσιν αὐτά· τουτέστι, Τοῖς τιμίοις ὑμῶν εἰδώλοις εἰς ἑτέραν χρήσονται κατα σκευήν. Καὶ μιανοῦσι τὴν ἐπισκοπήν μου, καὶ εἰσ ελεύσονται εἰς αὐτὰ ἀφυλάκτως, καὶ βεβηλώ σουσιν αὐτά. (κγʹ.) Καὶ ποιήσουσι φυρμόν. Ἐπισκοπὴν αὑτοῦ τὸν ἀφιερωμένον αὐτῷ προσαγο ρεύει νεὼν, ὅθεν ἐπισκοπεῖν ἐδόκει τὸν Ἰσραὴλ, καὶ προνοίας αὐτὸν ἀξιοῦν. Παραδώσω δὲ, φησὶν, οὐ μόνον τὰ εἴδωλα αὐτῶν τοῖς Βαβυλωνίοις, ἀλλὰ καὶ τὸν ἀφιερωμένον μοι νεὼν, ὅθεν ἐπισκοπὴν ἐποιούμην ὑμῶν. "Καὶ εἰσελεύσονται εἰς αὐτὸν ἀφυλάκτως·" ἀντὶ τοῦ, οὐχ ἡγνισμένοι, οὐδὲ κεκα θαρμένοι κατὰ τὸν νόμον, οὐδὲ περιτομὴν δεχόμενοι πρότερον, ἀλλὰ μετὰ τῆς ὑφαίμου σκευῆς, τὴν πολεμικὴν περικείμενοι πανοπλίαν, ἔνδον ἀναιροῦν τες, καὶ αὐτῶν τῶν ἀδύτων κατατολμῶντες· τοῦτο γὰρ παρεδήλωσεν, εἰπὼν, "Καὶ βεβηλώσουσιν αὐτὰ, καὶ ποιήσουσι φυρμόν." Εἶτα καὶ τὴν