1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

26

ὀλοφυρόμενοι, καὶ στένοντες τὴν τοῦ λαοῦ παρανομίαν· διὸ ἐπίσημοι γίνονται, ἵνα μὴ κοινωνήσωσι τῆς τιμωρίας. Οὕτω, φησὶν, ἐκείνῳ ταῦτα ἐντειλάμενος, παρακελεύεται τοῖς λοιποῖς. εʹ, ϛʹ. Πορεύεσθε εἰς τὴν πόλιν ὀπίσω αὐτοῦ, καὶ κόπτετε, καὶ μὴ φείδεσθε τοῖς ὀφθαλμοῖς ὑμῶν, καὶ μὴ ἐλεήσητε. Πρεσβύτερον, καὶ νεα νίσκον, καὶ παρθένον, καὶ νήπια, καὶ γυναῖκας ἀποκτείνατε εἰς ἐξάλειψιν· ἐπὶ δὲ πάντας ἐφ' οὕς ἐστι τὸ σημεῖον μὴ ἐγγίσητε, καὶ ἀπὸ τῶν ἁγίων μου ἄρξασθε. Πάλιν λέγω· "Φοβερὸν τὸ ἐμ πεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος," κατὰ τὴν τοῦ μακα ρίου Παύλου φωνήν· προστίθημι δὲ καὶ τὴν τοῦ θεσπεσίου ∆αβίδ· "Μακάριοι οἱ φυλάσσοντες κρίσιν, καὶ ποιοῦντες δικαιοσύνην ἐν παντὶ καιρῷ· ἐν ἡμέρᾳ γὰρ πονηρᾷ ῥύσεται αὐτοὺς ὁ Κύριος." Ἀμφότερα γὰρ ταῦτα ἐν τοῖς ἀρτίως εἰρημένοις εὑρίσκομεν, τοὺς μὲν ἀφειδῶς παγγενῆ κοπτομένους, καὶ κατὰ πάσης ἡλικίας χωροῦσαν τὴν τιμωρίαν· τοὺς δὲ δικαίως σω ζομένους, καὶ τῆς ἐκείνων κοινωνίας μένοντας ἐλευθέ ρους. Κελεύει δὲ ἀπὸ τῶν ἁγίων αὐτοῦ τὰς τιμωρητικὰς ἄρξασθαι δυνάμεις, οὐκ ἀληθῶς ἁγίους αὐτοὺς ὀνομά ζων, ἀλλ' ἐπειδὴ τοῦτο εἶναι ὑπελαμβάνοντο, ὡς εἰς τὴν θείαν θεραπείαν ἀφωρισμένοι. Οὐ γὰρ, ὥς τινες ὑπέλα βον περὶ τῶν ἁγίων τόπων τοῦτο ἐῤῥέθη, ἀλλὰ περὶ τῶν ἀφωρισμένων εἰς τὴν τοῦ Θεοῦ θεραπείαν ἀνθρώπων· καὶ τοῦτο δῆλον τὰ ἑξῆς τῆς προφητείας ποιεῖ. Εὐθὺς γὰρ ἐπάγει· "Καὶ ἤρξατο ἀπὸ τῶν ἀνδρῶν τῶν πρεσβυτέρων, οἳ ἦσαν ἔσω ἐν τῷ οἴκῳ." Οὓς παρεγγυᾷ ἔνδον ἀναιρεθῆναι· δίκαιον γὰρ τοὺς ἐκεῖ παρανομοῦντας ἐκεῖ δοῦναι τὰς δίκας. ζʹ. Εἶπε γὰρ, φησὶ, πρὸς αὐτούς· Μιάνατε τὸν οἶκον, καὶ πλήσατε τὰς ὁδοὺς νεκρῶν· ἐκπο ρεύεσθε καὶ κόπτετε. Ἐπειδὴ γὰρ αὐτοὶ εἰδώ 81.892 λοις τὸν οἶκον ἐμίαναν, ὁ δίκαιος κριτὴς τῇ τῶν παρανόμων σφαγῇ τοῦτο γενέσθαι παρακελεύεται. Καὶ ἐξελθόντες ἔτυπτον τὴν πόλιν. (ηʹ.) Καὶ ἐγένετο ἐν τῷ κόπτειν, ὑπελείφθην ἐγὼ μόνος, καὶ πίπτω ἐπὶ πρόσωπόν μου, καὶ ἀνεβόησα, καὶ εἶπον· Οἴμοι, Ἀδωναῒ Κύριε, ἐξαλείφεις σὺ τοὺς καταλοίπους τοῦ Ἰσραὴλ ἐν τῷ ἐκχέαι τὸν θυ μόν σου ἐπὶ Ἰερουσαλήμ; Φιλάνθρωπος ὁ προφή της, καὶ πρὸς ἔλεον καμπτόμενος· τοιοῦτος ἦν ὁ μακάριος Παῦλος, ἀνάθεμα εἶναι ἀπὸ Χριστοῦ ὑπὲρ Ἰουδαίων εὐχόμενος. Ἀλλ' ὁ ∆εσπότης καὶ τὸν εὐνούστατον οἰκέτην θεραπεύει, καὶ τῆς τιμωρίας δι δάσκει τὸ δίκαιον. θʹ. Ἀδικία γὰρ, φησὶ, τοῦ οἴκου Ἰσραὴλ καὶ Ἰούδαμεμεγάλυνται σφόδρα, σφόδρα. Καὶ τῷ διπλασιασμῷ τὴν τῆς ἐπιτάσεως παρεδήλωσεν ὑπερβολήν. "Ὅτι ἐπλήσθη ἡ γῆ λαῶν πολλῶν, καὶ ἡ πόλις ἐπλήσθη ἀδικίας καὶ ἀκαθαρσίας, ὅτι εἶπον, Ἐγκαταλέλοιπε Κύριος τὴν γῆν, οὐκ ἐφορᾷ Κύριος." Ταῦτα, φησὶ, τολμῶσι, πείσαντες ἑαυτοὺς μὴ ἐποπτεύειν με, μηδὲ ὁρᾷν τὰ γινόμενα.

ΚΕΦΑΛ. Ιʹ. αʹ. Καὶ εἶδον, καὶ ἰδοὺ ἐπάνω τοῦ στερεώματος τοῦ ὑπὲρ κεφαλῆς τῶν

Χερουβὶμ, ὡς λίθος σαπ φείρου· ὁμοίωμα θρόνου ἐπ' αὐτῷ. Ἐνταῦθα σα φῶς λοιπὸν ἃ ἐθεάσατο ζῶα, Χερουβὶμ ὀνομάζει· σημαίνει δὲ, ὡς ἔφην, τὸ ὄνομα πλήρης γνώ σεως. βʹ. Καὶ εἶπε πρὸς τὸν ἄνδρα τὸν ἐνδεδυκότα τὴν στολήν· Εἴσελθε εἰς τὸ μέσον τῶν τροχῶν τῶν ὑποκάτω τῶν Χερουβίμ. Ἐπισημήνασθαι χρὴ, ὅτι οὐδενὶ τῶν ἓξ τοῖς Χερουβὶμ πελάσαι προσέταξεν, ἀλλὰ τῷ τὴν στολὴν ἐνδεδυμένῳ· ὡς αὐτῶν δηλονότι μὴ ἀξίων ὄντων πλησιάζειν θείαις δυνάμεσι, τοῖς Χερουβίμ. "Καὶ πλῆσον τὰς χεῖράς σου ἀνθράκων πυρὸς, ἐκ μέσου τῶν Χερουβὶμ, καὶ διασκόρπισον ἐπὶ τὴν πόλιν." Φρίκης δὲ μεστὰ τὰ θεωρούμενα· πυρὸς ἄνθρακες σκεδαννύμενοι· τιμωρητικαὶ δυνά μεις, δηλαδὴ τὴν πόλιν περινοστοῦσαι. δʹ. Καὶ ἀπῆρεν ἡ δόξα Κυρίου ἀπὸ τῶν Χε ρουβὶμ εἰς τὸ αἴθριον τοῦ οἴκου. Ἐπειδὴ γὰρ προσ έταξε ληφθῆναι τοὺς ἄνθρακας, καὶ σκεδασθῆναι κατὰ τῆς πόλεως, ὑποχωρεῖν πως δοκεῖ, χώραν δι δοὺς τῷ προσταχθέντι ποιῆσαι τὸ κελευσθέν· ἐδεδίει γὰρ πάντως πελάσαι