1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

124

Οὐδὲ γὰρ ηὐπόρουν χρη μάτων ἄνδρες πένητες καὶ αἰχμάλωτοι· εἰκὸς δὲ καὶ τοὺς πλησιοχώρους, τῇ τῶν Ἰουδαίων εὐπραξίᾳ φθο νοῦντας, ταῦτα κατ' αὐτῶν μισθώσασθαι τὰ ἔθνη· ὅτι γὰρ διεκώλυσαν τὴν οἰκοδομίαν, ποτὲ μὲν τοὺς ὑπάρχους, ποτὲ δὲ τοὺς Περσῶν βασιλέας ἐξαπα τῶντες, μάρτυς ἡ τοῦ Ἔσδρα συγγραφή. Τούτοις ἐπάγει· "Καὶ αὐτοὶ ἐξ ἐθνῶν ἐξεληλύθασι, καὶ κατοικοῦσιν ἐπ' εἰρήνης πάντες αὐτοί." Καὶ ἐκ τούτων δῆλον, ὡς εὐθὺς μετὰ τὴν ἐπάνοδον ἡ τῶν ἐθνῶν τούτων ἐγένετο ἔφοδος· λέγει γὰρ, ὅτι· Καὶ αὐτοὶ ἐξ ἐθνῶν ἐξεληλύθασι, καὶ κατοι κοῦσιν ἐπ' εἰρήνης. (θʹ.) Καὶ ἀναβήσῃ ὡς ὑε 81.1204 τὸς, καὶ ἥξεις ὡς καταιγὶς καὶ ὡς νεφέλη, καλύψαι τὴν γῆν· καὶ πεσῇ σὺ, καὶ πάντες οἱ περὶ σὲ, καὶ ἔθνη πολλὰ μετὰ σοῦ. Ἕτερα, φησὶ προσδοκῶν, ἕτερα πείσῃ, καὶ ἐλπίζων νίκην ὀλέθρῳ παραδοθείσῃ. Εἶτα αὐτοῦ καὶ τοὺς διαλογισμοὺς δια γράφει. ιʹ-ιβʹ. Ἀναβήσονται, φησὶ, λογισμοὶ ἐπὶ τὴν καρδίαν σου, καὶ συλλογιῇ πονηροὺς λογι σμοὺς, καὶ ἐρεῖς· Ἀναβήσομαι ἐπὶ γῆν ἀπεῤ ῥιμμένην. Ἥξω ἐπὶ ἡσυχάζοντας λαοὺς ἐν ἡσυχίᾳ κατοικοῦντας γῆν, ἐν ᾗ οὐχ ὑπάρχει τεῖχος οὐδὲ θύραι. Οὐδὲ μοχλοὶ τοῦ σκυλεῦσαι σκῦλα, καὶ προνομεῦσαι προνομὴν αὐτῶν τοῦ ἐπιστρέψαι χεῖρά μου ἐπὶ γῆν ἠρημωμένην. ἣ κατῳκίσθη, ἐπὶ ἔθνος συνηγμένον ἀπὸ λαῶν πολλῶν, πεποιηκότες κτῆσιν καὶ ὕπαρξιν κατ οικούντων ἐπὶ τὸν ὀμφαλὸν τῆς γῆς. Καὶ ταῦτα δὲ πάντα διδάσκει ἡμᾶς, ὡς μετὰ τὴν αἰχμαλωσίαν ἐγένετο, ἡνίκα οὔτε τείχη εἶχον αἱ πόλεις τῆς Ἰου δαίας, οὔτε πύλας, οὔτε μοχλοὺς, κατὰ τὴν προφη τείαν, διὸ καὶ κατεθάῤῥησεν ἐπιστρατεῦσαι τὰ προ ειρημένα ἔθνη· ἐπίσημος δὲ ἐγεγόνει μετὰ τὴν ἐπ άνοδον ὁ Ἰσραηλίτης λαὸς, ἐκ θείας ἐνεργείας τῆς ἐπανόδου τυχών· καὶ καθάπερ ἡ ἐκ τῆς Αἰγύπτου ἔξοδος πολλὴν αὐτῷ παρέσχε τὴν περιφάνειαν, οὕτως ἡ ἀπὸ Βαβυλῶνος ἐπάνοδος λαμπροὺς αὐτοὺς καὶ περιβλέπτους ἐποίησεν· οὗ χάριν καὶ ἐπιστρατεῦσαι αὐτοῖς ταῦτα τετόλμηκε τὰ ἔθνη. Καὶ μηδεὶς οἰέσθω ἀπίθανον τὴν προφητείαν, λογιζόμενος τὸ μεταξὺ διάστημα τῶν Σκυθικῶν ἐθνῶν, καὶ τῆς Ἰουδαίας. Ἐνθυμείσθω δὲ ὡς καὶ ἐν τοῖς ἡμετέροις χρόνοις πᾶσαν τὴν Ἕω τοῦτο τὸ ἔθνος κατέλαβε, καὶ πλεῖστον πλῆθος ἐξανδραποδίσαν ἀπῆλθε. Φρύγας δὲ καὶ Γα λάτας, Ἴβηράς τε καὶ Πέρσας, καὶ Αἰθίοπας, οὐχ ὡς ὑπακούοντας αὐτῷ λέγει συστρατεύεσθαι, ἀλλ' ὡς διαφόρως ἀναμιγέντας αὐτῷ, καὶ τοὺς μὲν αὐ τομολήσαντας καὶ ἑκοντὶ στρατευσαμένους, τοὺς δὲ δορυαλώτους γενομένους, καὶ συμπολεμεῖν ἀναγκα ζομένους. Τούτοις ὁ θεῖος λόγος καὶ ἠθοποιίαν προσ τίθησιν ἐκ προσώπου τῶν ἄλλων ἐθνῶν. ιγʹ. Σαβὰ γὰρ, φησὶ, καὶ ∆αιδὰν, οἱ ἔμποροι Θαρσεῖς, καὶ πᾶσαι αἱ κῶμαι αὐτῶν ἐροῦσι σοι· Ἆρα εἰς προνομὴν τοῦ προνομεῦσαι σὺ ἔρχῃ, καὶ σκυλεῦσαι σκῦλα; Ἐξεκκλησίασας τὸν λαόν σου, τοῦ λαβεῖν ἀργύριον καὶ χρυσίον, ἀπενέγκασθαι κτῆσιν καὶ ὕπαρξιν, τοῦ σκυ λεῦσαι σκῦλα μεγάλα. Σαβὰ δὲ, ὡς ἤδη ἔφην, ἔθνος ἐστὶν Αἰθιοπικὸν καὶ Ἰνδικόν· ἡ δὲ ∆αιδὰν πλησιόχωρος τῆς Ἰδουμαίας· ἔστι δὲ καὶ ἄλλη Αἰ θιοπική· Θαρσεῖς δὲ ἡ Καρχηδών. Ταῦτα, φη 81.1205 σὶν, ἅπαντα τὰ ἔθνη, ὁρῶντά σου τὴν ἐπανάστασιν, γνώσονται ὅτι χρημάτων ἐρῶν τὴν στρατείαν ἐποιήσω ταύτην. ιδʹ-ιʹ. ∆ιὰ τοῦτο προφήτευσον, υἱὲ ἀνθρώπου, καὶ εἰπὲ τῷ Γώγ· Τάδε λέγει Ἀδωναῒ Κύριος· Οὐχὶ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐν τῷ κατοικισθῆναι τὸν λαόν μου τὸν Ἰσραὴλ ἐπ' εἰρήνης, γνώσῃ καὶ ἐγερθήσῃ; Καὶ ἥξεις ἀπὸ τοῦ τόπου σου ἀπ' ἐσχάτου βοῤῥᾶ, σὺ καὶ πολλὰ ἔθνη μετὰ σοῦ· ἀναβάται ἵππων πάντες, συναγωγὴ μεγάλη, καὶ δύναμις πολλή. Καὶ ἀναβήσῃ ἐπὶ τὸν λαόν μου Ἰσραὴλ, ὡς νεφέλη, καλύψαι γῆν; Ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἔσται· τουτέστι, μετὰ τὴν ἐπάνοδον τοῦ Ἰσραήλ· τοῦτο γὰρ καὶ ἄνω ἔφη· "Ἐν τῷ κατοικισθῆναι τὸν λαόν μου Ἰσραὴλ ἐπ' εἰρήνης, γνώσῃ καὶ ἐγερθήσῃ." Τοιοῦτόν ἐστι καὶ τὸ ὑπὸ τοῦ μακαρίου Μωσέως εἰρημένον· "∆είξω αὐτοῖς, τί ἔσται ἐπ' ἐσχάτῳ τῶν ἡμερῶν, ὅτι γενεὰ ἐξεστραμμένη ἐστίν." Καὶ καλεῖ τὸ ἔσχατον τῶν ἡμερῶν, οὐ τὴν συντέλειαν, ἀλλὰ τὸν καιρὸν, ἐν ᾧ γέγονεν αὐτῶν ἡ διασπορά. "Καὶ ἀνάξω σε ἐπὶ τὴν γῆν μου, ἵνα γνῷ με πάντα τὰ ἔθνη ἐν τῷ ἁγιασθῆναί με ἐν σοὶ ἐνώπιον